Ancient Greek
Page 419
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 419
Not analysed yet
Ἡμῖν δὲ ὁ θησαυρὸς ἐν ὀστρακίνοις σκεύεσι, καὶ γυμνὴ σοφίας κοσμικῆς καὶ δαιμονιώδους ἀπάτης ἡ ἀλήθεια φίλη. Β. Φίλη γάρ, καὶ ἄριστά γε ἔφης. Ἀλλ' ἴοις ἂν ἤδη καὶ πρὸς βάσανον τῶν ἐκείνοις ὑπειλημμένων περί τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ. Τὸ γὰρ δὴ μάλιστα τελοῦν εἰς ὄνησιν τοῖς ἐντευξομένοις τουτὶ δοίην ἄν. Α. Ὀνήσειεν ἂν οἶδ' ὅτι μάλιστά γε τουτί. Καὶ ἐπείπερ ὧδε ἔχειν ἀριστά σοι δοκεῖ, φέρε καθάπερ Ἑλλήνων οἱ ποιηταί φασι, πεῖσμ' ἀπολυσάμενοι, καὶ οἱάπερ ἀκτῆς καὶ ὁρμητηρίων ἀπαίροντες, ἀφῶμεν εἰς πέλαγος ὁλκάδα ὅπως τὸν λόγον. Β. Ἰτέον δὴ οὖν. Α. Ἴδιον μὲν δὴ τοῦ Θεοῦ καὶ Πατρὸς τὸ Πατὴρ ὄνομά τε καὶ χρῆμα διὰ τῶν ἤδη προεξεσμένων διεβεβαιούμεθα, καὶ οὐχ ἑτέρου του χάριν ἢ ὅτι γεγέννηκεν ἐξ ἑαυτοῦ τὸν Υἱόν, ἴδιον δὲ αὖ τοῦ Υἱοῦ τὸ Υἱὸς ὄνομα τὴν αἰτίαν ἐπάγοντες ὅτι γεγέννηται παρὰ τοῦ Θεοῦ καὶ Πατρός. Ἐδόκει δὲ ἡμῖν ἡ τοιαύτη φαίνεσθαι δόξα διαβολῆς ἁπάσης ὡς ἀπωτάτω. Β. Ἐδόκει γὰρ οὖν καὶ μάλα· πλὴν ἐκεῖνο ἐρῶ. Δέδια γὰρ δὴ καὶ τετάραγμαι καθορῶν ὅποι ποτὲ ἡμῖν ἡ τῶν νοημάτων ἐκτελευτήσει διεκδρομή. Οἴου γὰρ ὅτι πάντως που φήσειεν ἂν ὁ διεστραμμένος· Εἰ τῷ Θεῷ καὶ Πατρὶ τὸ Πατὴρ ἴδιον ὄνομά τε καὶ χρῆμά ἐστιν ὅτι γεγέννηκε, τῷ γε μὴν Υἱῷ, τὸ Υἱὸς ὅτι γεγέννηται, καὶ ἀληθὲς εἰπεῖν ὅτι τὴν εἰς ἄλληλα μεταβολὴν ἀνεπίδεκτον ἕξει τὰ δηλούμενα, ἔσται γὰρ ἀεὶ Πατὴρ ὁ Πατήρ, εἰς Υἱὸν οὐ μεταπλαττόμενος, καὶ μὴν καὶ ὁ Υἱὸς Υἱός, εἰς Πατέρα μὴ μεθιστάμενος· ἴδιον ἔσται τοῦ Πατρὸς τὸ ἀγέννητον, ἐπείπερ ἴδιον τοῦ Υἱοῦ τὸ γεννητόν. Καὶ ἐπείπερ ἐστὶν ἕτερον ἀληθῶς τὸ ἀγεννήτως εἶναι παρὰ τὸ γεννητῶς, ἑτεροίως ἕξουσι καὶ αὐτοί, καὶ οὐκ ἔν γε τοῖς ὁμοίοις ἀπαραλλάκτως ὄντες νοηθεῖεν ἄν. Α. Εἶτα τί δρῷεν ἂν οἵ γε τοιοῦτοι πάλιν ἢ τὸ τῆς ἐν Χριστῷ νοουμένης ἁπλότητος παρασημαίνειν τὸ κάλλος, καθὰ καὶ οἱ τὸ χρυσοῦν νόμισμα κιβδηλεύοντες; Ἄθρει γὰρ ὅπως τὸν ὀρθὸν τῆς ἀληθείας παρευθύνουσι λόγον, καὶ νόθης σοφίας εὑρήμασιν ἐπαγάλλονται· λαλοῦντες δὲ τὰ ὑπέρογκα, καταπτοιεῖν οἴονται τὴν συναγωγὴν Κυρίου, κατὰ τὸν ἀλαζόνα Γολιάθ. Β. Ἔχει μὲν ὧδε. Πλὴν ἴσθι τοῦτο ἐροῦντας καὶ οἷς ἔφην ἀρτίως ἐνστησομένους. Α. Ἀλλ' ἔξεστι δή που παντί τῳ λοιπὸν ἐκκεκρουσμένους ὁρᾶν καὶ λογισμοῦ τοῦ καθήκοντος καὶ φρενὸς