Ancient Greek
Page 420
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 420
Not analysed yet
ἀγαθῆς, καὶ αὐτοὺς ταῖς σφῶν ἀμαθίαις ἐποιμώζειν ὀφείλοντας, εἰ ταυτί τε ἔχειν ἐροῦσιν ὀρθῶς, καὶ κατ' ἐκείνους ἔσονται τοὺς οἷσπερ ἐδόκει λέγειν· «Ἐθέμεθα ψεῦδος τὴν ἐλπίδα ἡμῶν καὶ τῷ ψεύδει σκεπασθησόμεθα.» Ἠγνοήκασι γάρ, ὡς ἐγᾦμαι, πρῶτον μὲν ὅτι οὐ ταὐτόν ἐστιν οὔτε τὴν ὁμοίαν ἂν ἔχοι δήλωσιν ἀγέννητος καὶ πατήρ. Οὐ γὰρ εἴ τι πατὴρ ἔσται δή που καὶ ἀγέννητον πάντη τε καὶ πάντως· οὔτε μὴν εἴ τι ἀγέννητον, τοῦτό ἐστι καὶ πατήρ. Ἢ εἴπερ οὐχ ὧδε ἔχει, πολλὰ μὲν ἀγέννητα, πολλοὶ γὰρ πατέρες. Μυρίοι δὲ ὅσοι πατέρες τοσαῦτα δὲ εἶναι καὶ τὰ ἀγέννητα παραδείξειεν ἂν ἡμῖν τῶν νοημάτων ἡ βάσανος. Τὴν γάρτοι τῶν ὄντων εἰ διασκεψαίμεθα φύσιν καὶ τὸν ἐφ' ἑκάστῳ λόγον ὡς ἔνι διαγινώσκοιμεν, οὐ πάντα διὰ γεννήσεως παρενηνεγμένα πρὸς ὕπαρξιν καταθρήσαιμεν ἄν. Εἰ καὶ ὅτι μάλιστα ψυχρός τε καὶ ἄναλκις τῶν διεστραμμένων ὁ λόγος, οὐχ ἕν τι κυρίως τοῦ ἀγεννήτου σημαίνοντος· πολλὰ γὰρ ἀγέννητα καὶ ταῖς κατ' εἶδος διαφοραῖς ἕτερα κατὰ τὴν φύσιν· τί δὴ οὖν ἄρα φαῖεν ἂν εἴ τις ἔροιτο τυχόν· Τὸ πατὴρ ὄνομα τί ἂν βούλοιτο δηλοῦν; Πότερα τὸ μὴ γεγεννῆσθαι πρός τινος, ἢ μᾶλλον ὅτι γεγέννηκεν; Β. Τό, οἶμαι, ὅτι γεγέννηκεν. Α. Ὀρθῶς. Εἰ μὲν οὖν ὁ τῆς πατρότητος νόμος πάντη τε καὶ πάντως πρὸς τὸ ἀγεννήτως εἶναι τοὺς πατέρας μεμελέτηκεν ὑψοῦν, τί μὴ καὶ ἡμεῖς αὐτοὶ πρὸς τὸ ἀγεννήτως εἶναι διᾴττομεν, ἀναδεδειγμένοι πατέρες; Εἰ δὲ ὁ τῆς φύσεως θεσμὸς ἐπ' ἐκεῖνο μὲν οὐδαμῶς, ἀποφέρει γε μὴν ἐπὶ τὸ ἔχειν ἐξ ἑαυτῶν τὰ τικτόμενα, καὶ οὐκ ἂν ἑτέρως ἔχοι, τί τὴν ἀλήθειαν παραφθείροντες, ἴδιον εἶναί φασι τοῦ Θεοῦ καὶ Πατρὸς τὸ ἀγέννητον, καίτοι τῆς πατρὸς ἐπωνυμίας καὶ ἐφ' ἡμῶν αὐτῶν ἕτερον οὐδὲν καταδηλοῦν δυναμένης ἢ μόνον ὅτι γεγέννηκεν; Β. Οἴει δὲ δή τι χρῆναι λέγειν ἡμᾶς, εἴ τῳ καὶ ἔρεσθαι δοκοίη πότερα γεννητὸς ἢ ἀγέννητος ὁ Θεὸς καὶ Πατήρ; Α. Φαίην ἂν ὅτι, κατά γε τὸν ἀμωμήτως ἔχοντα νοῦν, ἀγέννητος μέν, πλὴν οὐχ ὅτι πατὴρ διὰ τοῦτο πάντως καὶ ἀγέννητος, ἀλλ' ὅτι μὴ ἐγεννήθη πρός τινος· ἀλλ' <ὡς> ἔστιν ἀγεννήτως, γεννητῶς ἔχων ἐξ ἑαυτοῦ καὶ ἐν ἑαυτῷ τὸν ἴδιον Υἱόν, ταύτῃ γὰρ δή τοι καὶ Πατὴρ ὀνομάζεται. Β. Καὶ ἔστω ταῦτα, φησί, πλὴν τὸ ἀγεννήτως εἶναι παρὰ τὸ γεννητῶς ἑτεροίως ἕξει καὶ οὐ ταὐτὸν ἂν νοοῖτο. Εἰ γὰρ μὴ ἕτερόν ἐστι καὶ ἕτερον, οἴει δὲ εἶναι ταὐτόν,