Ancient Greek
Page 424
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 424
Not analysed yet
τῆς οὐσίας σημαντικὴν παραδεξαίμεθα τὴν φωνήν, τὸν αὐτὸν ἕξει λόγον, καθὸ νοεῖται γεννητός, παντὶ γεννητῷ. Μυρία δὲ ταῦτα, καὶ ἀριθμοῦ κρείττονα, καὶ μέχρις αὐτῶν διήκοντα τῶν εὐτελεστάτων, ἐμπίδος λέγω καὶ μυίας καὶ τῶν αἰσχιόνων ἔτι. Β. Ὀρθῶς ἔφης. Α. Ἀνθ' ὅτου δὲ δὴ καὶ Υἱὸν ὀνομάζουσιν, ἤγουν οἴονται Πατέρα ὑπάρχειν τὸν Θεόν, εἰ μὴ τέτοκεν ἀληθῶς ἐξ ἰδίας ἡμῖν οὐσίας τὸν Υἱόν; Οὐκοῦν μήτε Πατέρα, μήτε μὴν Υἱὸν ὀνομαζόντων ἔτι· φίλη γὰρ ἀεὶ Χριστιανοῖς ἡ ἀλήθεια. Πρὸς μὲν οὖν τοὺς παρ' ἐκείνων ἐμέτους πῶς οὐκ ἀμείνων ἡ σιωπή; «Μὴ ἀποκρίνου γὰρ ἄφρονι, φησί, κατὰ τὴν ἀφροσύνην αὐτοῦ.» Ἀλλ' ἵνα μὴ ὥσπερ οἱ τὴν ἐρήμην διώκοντες, ἀκρατέστερόν τε καὶ ἀπηνέστερον ἐπιφύωνται τοῖς πολλοῖς, ἐπιτείχισμα ποιούμενοι τὸ ἐν λόγοις εὐτριβές, οἰόμενοί τε ὑπάρχειν δυσανάτρεπτον κομιδῇ τὸν οὐκ οἶδ' ὅπως αὐτοῖς ἐκπορισθέντα λόγον καὶ συλλογισμοῖς ἀθλίοις ἐπικουρούμενον· φέρε δή, φέρε τοὺς ταῖς ἐξ ἀπάτης καὶ δόλου παντευχίαις ἐνηρμοσμένους ψιλοί τινες ὥσπερ καὶ ἀθώρηκτοι πολεμισταὶ ταῖς ἀπὸ κοινῶν ἐννοιῶν ἀνθυποφοραῖς, Χριστοῦ συνόντος τε καὶ συνασπίζοντος, ὡς ἔνι καταδῃώσωμεν, ἀναμελῳδοῦντες εὐκαίρως τὸ διὰ φωνῆς τοῦ Δαβίδ· «Οὐ γὰρ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με. Ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς καὶ τοὺς μισῶντας ἡμᾶς» τε καὶ σὲ «κατῄσχυνας.» Β. Ἴθι δὴ οὖν εὖ μάλα γεννικῶς· συναντιτάξεται γὰρ καὶ σύνοπλος ἡμῖν ὁ πάντων ἔσται Δεσπότης. Α. Εἶμι μὲν δή, καὶ μάλα προθύμως· ὀκνητέον γὰρ ἥκιστά γε· οἶμαι δὲ δεῖν καὶ πρὸ τῶν ἄλλων ἐκεῖνο εἰπεῖν. Β. Τὸ ποῖον δή; Α. Ὡς ἀνούστατά τε καὶ ἀτεχνέστατα ὅρον εἶναί φασιν ἐπὶ Θεοῦ τὸ ἀγέννητον· ὅρον δὲ εἶναί φημι τὸ ὁρισμοῦ δύναμιν ἔχον. Ἢ οὐχὶ τοιοῦτος ὁ παρ' αὐτοῖς ἔφυ λόγος καὶ ἀναισχυντίας εἰς τοῦτο διεληλακότες ἁλοῖεν ἄν; Β. Ναί. Καταδείσαντες γὰρ οὐδέν, ὧδέ τε ἔχειν ἐροῦσι, καὶ μὴν καὶ ἐνστήσονται. Α. Οὐκ ἂν διαψεύσαιο. Θρασὺ γάρ τι χρῆμα καὶ αἰδοῦς ἁπάσης ὡς ἀπωτάτω βεβηκός, ἀμαθία, ὄκνον τε πεφροντικὸς οὐδ' ὁπωστιοῦν. Ἥκιστα γὰρ δὴ δεδιέναι φιλεῖ τὸ καὶ αὐτῆς, εἰ τύχοι, τῆς ὄντως ὀρθῆς τε καὶ ἀμωμήτου καταψηφίζεσθαι δόξης, καταθεῖ δὲ μᾶλλον ἀπεριεργάστως πρὸς πᾶν τὸ δοκοῦν, καὶ εἰ φαίνοιτό τι τῶν λίαν ἀπηχεστάτων.