Ancient Greek
Page 425
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 425
Not analysed yet
Θέα δὴ οὖν τοῖς ἐξ ἀμαθίας ἁλόντας βρόχοις, ἔν γε τούτῳ μάλιστα δεινῶς. Τοὺς γάρτοι τῶν οὐσιῶν ὅρους οὐκ ἐν ὀνόματί τε καὶ λέξει μιᾷ ποιουμένους εὑρήσομεν τοὺς οἵ γε ταῦτά εἰσιν ὅτι μάλιστα σοφοὶ καὶ οἷς ἐν λόγῳ τὸ ἐν τούτοις εὐδοκιμεῖν καὶ ἐξακριβοῦν ἐπείγεσθαι ταυτὶ ἀπᾷδον εὑρήσομεν. Καὶ οὔ τί που μόνον τὸ ἐν λέξει μιᾷ ποιεῖσθαι τοὺς ὅρους, ἀλλ' εἰ καί τις ἴοι διὰ δυεῖν, οὐκ εἰσάπαξ γὰρ καὶ τελείως καταδηλοῦσθαί φασιν, ἀλλ' ἐν τρισί που μᾶλλον ἢ καὶ ἔτι πλείοσιν· ἀριδηλότατα γὰρ εἶεν ἂν οὕτω τὰ ὁριζόμενα. Β. Οἷον δὴ τί; Α. Εἰ γὰρ ἐξαιτοῖτό τις ἀποφήνασθαι τυχὸν τὸ τί ἐστιν ἄνθρωπος· εἶτα ποιοῖτο τὴν ἀπόκρισιν στενοτάτην ὥσπερ καὶ ἐν λέξει μιᾷ, καὶ ὁρίσαιτο λέγων ζῷον· ἀσημότατα ἐρεῖ. Ὁμολογουμένως μὲν γὰρ ζῷον ὁ ἄνθρωπος, πλὴν οὐ μόνως τε καὶ ἰδικῶς, ἀλλὰ συνωνύμως ἑτέροις. Πλεῖστα γὰρ ὅσα καὶ ἕτερα ζῷα. Καὶ γὰρ καὶ κύων καὶ βοῦς καὶ πάρδαλις ζῷον. Εἰ δὲ δὴ καὶ δευτέραν τῇ πρώτῃ λέξει προστιθείς, ζῷον εἶναι διορίσαιτο θνητόν, οὐδὲν ἧττον ἀτονήσει περὶ τὴν ἀκριβῆ καὶ ὁλοκλήρως ἔχουσαν ἔνδειξιν, καίτοι λέγων τἀληθές. Ζῷα γὰρ εἶναί φαμεν θνητὰ κύνα τε καὶ βοῦν καὶ τὰ λοιπά. Εἰ δὲ δὴ προήκοι καθεξῆς διὰ πάντων ὁ λόγος τῶν ἀνθρώπῳ προσόντων οὐσιωδῶς, γενικῶς τε καὶ ἰδικῶς, ὁμοῦ μὲν ζῷον λογικόν, ὁμοῦ δὲ θνητὸν ἀποκαλῶν, νοῦ καὶ ἐπιστήμης δεκτικόν, οὐδενὸς τῶν ἀναγκαίων ἐπιδεᾶ πρὸς δήλωσιν τὸν ὅρον ἐξηνέγκατο. Συνίης οὖν ἄρα λοιπὸν ὡς ὀρθός τε ἡμῖν καὶ ἀληθὴς ὁ λόγος; Β. Συνίημι· πῶς γὰρ οὔ; Α. Ὅτε τοίνυν ἀτεχνές τε καὶ ἀκαλλὲς καὶ τῆς φιλαιτάτης αὐτοῖς ἐπιστήμης ἀμοιροῦν τὸ ἐν μιᾷ λέξει τὴν ὁρισμοῦ γράφεσθαι δύναμιν, τί δὴ ἄρα φαῖεν ἄν, καίτοι δοκησισοφοῦντες λίαν, εἰ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ὅρον εἶναι διαβεβαιώσαιτο τὸ ἀγέννητον; Ἐοίκασι δὲ τοῖς τοιούτοις ἐπιθρῴσκειν λόγοις ἀπερισκέπτως ἄγαν, καίτοι καὶ ἰσχνόν, ὡς οἴονται, καὶ κατερρινημένον ἔχοντες νοῦν. Παριππεύει γάρ, οἶμαι, καὶ διαθεῖ καὶ τοῦτο αὐτούς. Β. Τὸ τί δὴ φῂς ἢ ποῖον; Α. Οἱ γάρ τοι τῶν οὐσιῶν ὅροι, εἰ κατὰ λόγον ἐκφέροιντο τὸν οἰκείως ἔχοντα καὶ φίλα αὐτοῖς, ἄρχονται μὲν ἀπὸ γένους, συνεισκομίζουσι δὲ τῷ γένει τὴν ἑκάστου τῶν σημαινομένων οὐσιώδη διαφοράν, ἤτοι διαφοράς· οἴου δέ με πάλιν ἐκεῖνο θέλειν εἰπεῖν. Β. Διασάφει. Χρῆναι γὰρ ὧδέ φημι τόν γε ἐπὶ τούτοις ἡμῖν ἰέναι λόγον. Α. Ἄρα γάρ, εἴ τίς σε ἔροιτο προσιὼν βούλοιτό τε