Ancient Greek
Page 433
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 433
Not analysed yet
διήκει παρ' ἐκείνου τὸ τῆς πατρότητος ὄνομα κατὰ παντὸς ποιήματος λογικοῦ κατ' εἰκόνα καὶ μίμησιν τοῦ πρώτου δεικνύοντος ἐναργῶς τοῦθ' ὅπερ ἐστὶ καὶ ἐν ἡμῖν αὐτοῖς. Ἔφη δὲ οὐδαμῶς ὅτι καὶ πᾶσα ἀγεννησία παρ' αὐτοῦ ἔν τε οὐρανῷ καὶ ἐπὶ γῆς, ἢ χρῆν ὅλως γεννηθῆναι μηδέν, ἵνα καὶ ἐνσημαίνοιτο τοῖς πεποιημένοις ἡ τοῦ ἀγεννήτου εἰκών. Τὸ γὰρ δὴ μάλιστα κατακαλλύνειν εἰδὸς τὴν κτίσιν ἡ πρὸς τὸ πάντων ἐστὶν ἀνωτάτω συμμορφία τε καὶ ἐμφέρεια. Β. Ἀναιρήσομεν οὖν τὴν κτίσιν, ἀποσυλῶντες αὐτῆς τὴν γέννησιν ἵνα διαπλάττοιτο πρὸς τὸ ἀγεννήτως ἔχον; Α. Οὐ τοῦτό φημι, νοημάτων δὲ τῶν ἐντεῦθεν τὴν ἀτοπίαν ᾠήθην ἔγωγε παραδεῖξαι δεῖν, ὧν ὅτι προσῆκεν ἀποφοιτᾶν ἰέναι τε ὡς ἀπωτάτω σοφὸς ἡμᾶς ἀναπείθει λόγος· «Σεαυτὸν ἁγνὸν τήρει,» καὶ τό· «Μὴ χρῆναι κοινωνεῖν ταῖς ἑτέρων ἁμαρτίαις,» εὖ μάλα παραφωνῶν. Καίτοι γὰρ δέον ἡμᾶς ἀπρὶξ ἠρτῆσθαι φιλεῖν τῆς τῶν ἁγίων Πατέρων ἀδιαβλήτου δόξης, τί τοῖς ἀλλοτρίοις ἐφήδεσθαι χρή, καὶ ἀγρίας οὕτω μετασχεῖν φρενός; Ἀγρία γὰρ φρὴν ἡ τῆς τοῦ Υἱοῦ καθυλακτοῦσα δόξης, καὶ «λαλοῦσα κατὰ τοῦ Θεοῦ ἀδικίαν,» κατὰ τὸ γεγραμμένον. Ἐδόκει γάρ, οἶμαι, καὶ μάλα ὀρθῶς τοῖς διαβοήτοις ἐκείνοις ἀνδράσιν, οἳ τῶν τοῦ Σωτῆρος ἡμῶν μυστηρίων ταμίαι γεγόνασιν, εὔνοι τε καὶ δοκιμώτατοι, οὐσίαν μὲν οὐδαμῶς τοῦ Θεοῦ καὶ Πατρὸς τὸ ἀγέννητον, φωνὴν δὲ εἶναι μόνον τοῖς ἀκροωμένοις τὸ μὴ γεννηθῆναι κατασημαίνουσαν. Ὃ δὴ καὶ ἐνεῖναί φαμεν τῷ λόγῳ τῷ περί γε τῆς ὑποστάσεως τοῦ Θεοῦ καὶ Πατρός, οὐκ αὐτόχρημα εἶναι τὴν Θεοῦ οὐσίαν. Ἔστι γὰρ δὴ τοῖς ἐθέλουσιν ἀνασκοπουμένοις ὁρᾶν ὡς ἁπάντων ἡμῖν τῶν ὄντων ἢ καὶ ἐν μόναις ὄντων ὑποψίαις τοῦ εἶναι καὶ μονονουχὶ τὸ τῆς ὑπάρξεως πλαττομένων σχῆμα, τὰ μὲν ὥσπερ ἐν ἰδίαις ἕδραις ἐστὶ καὶ μὴν καὶ τὸ εἶναι τοῦθ' ὅπερ ἐστὶν ἐνυποστάτως διεκληρώσατο, τὰ δὲ ὧδε μὲν οὐκ ἔχει ποθέν, ἔξεδρα δὲ μᾶλλόν ἐστι, καὶ ἐν ἰδίαις μὲν οὐκ ἐρηρεισμένα φύσεσι, τὰς δέ γε τῶν ὄντων οὐσίας περιποτώμενα, καὶ διὰ τοῦ συμβῆναι δύνασθαι τῷ δεῖνι τυχὸν ἢ φέρε εἰπεῖν τῷ δεῖνι, μονονουχὶ καὶ συνυφεστάναι τοῖς ἔχουσι δοκεῖ, ἰδίαν δὲ ὥσπερ φύσιν τὴν ἀλλοτρίαν ψεύδεται. Β. Πῶς λέγεις; Α. Οὐ γὰρ δὴ διαμεμνήσῃ πεπονηκότος ἡμῖν τοῦ λόγου καὶ ὡς ἔνι καλῶς ἀποδεδειχότος ὅτι τὰ ἐν τάξει τῶν συμβεβηκότων, ἢ καὶ ἐνόντων ἁπλῶς κατηριθμημένα, ἥκιστα μέν σφίσιν αὐτοῖς, ἑτέροις δὲ μᾶλλον ἐνυπάρχοντα καταθρήσαι τις ἄν,