Ancient Greek
Page 434
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 434
Not analysed yet
καὶ δοκεῖ μὲν εἶναί τι καθ' ἑαυτὰ καὶ λέγεσθαι, φύσιν δὲ τὴν τοῦ λαχόντος ὡς ἰδίαν ἔχει. Οὐ γὰρ αὐτό τι καθ' ἑαυτὸ καὶ ἐνυποστάτως ὑπάρχον τὸ γεννητὸν καὶ ἀγέννητον, μόνην ἡμῖν τὴν τοῦ γεγεννῆσθαι δήλωσιν, ἢ γοῦν τοῦ μὴ γεγεννῆσθαι τυχόν, εἰσφέροντα. Β. Εὖ λέγεις. Α. Καταλογιστέον δὴ οὖν τὴν ἀγεννησίαν, ὡς ἐνυπαρχούσαν τῷ λόγῳ τῆς ὑποστάσεως τοῦ Θεοῦ καὶ Πατρός, καὶ αὐτῆς μέν, οὐκ αὐτὴν δὲ εἶναι θετέον. Ἀνασκόπει γὰρ ὧδε τὴν ἀτοπίαν, εἰ δοκεῖ. Εἰ γὰρ δὴ κατὰ τὸ ἀληθὲς οὐσίαν εἶναί φασι τὸ ἀγέννητον, μυρία δὲ ὅσα τῶν ὄντων ὑπάρχειν γεννητῶς, τί τὸ ἀπεῖργον ἔτι παρανοοῦντας εἰπεῖν μηδὲ ὑφεστάναι τῶν ὄντων τινά, καίτοι τὸ εἶναι λαχόντα γεννητῶς, εἴπερ ἕκαστον ἀποδραμεῖταί τε καὶ ἐξολισθήσειεν ἂν τοῦ εἶναι οὐσία, μὴ ὂν ἀγέννητον; Β. Ἐξολισθήσειεν ἄν, πῶς γὰρ οὔ; Α. Πῶς δὲ οὐχὶ κἀκεῖνο φράζειν αὐτοῖς τῶν ὅτι δὴ μάλιστα πρεπωδεστάτων; Εἰ γὰρ οὐσίαν τοῦ Θεοῦ καὶ Πατρὸς καταλογιοῦνται τὸ ἀγέννητον, ταύτην δὲ ὥσπερ ἰδίαν ἀπετέμετο φύσιν, τῶν ἄλλων εἰσάπαν ἀνῳκισμένην, ὑπερούσιος ὢν καὶ πάντων ἐπέκεινα Θεός, γεννητῶς εἶναι τὰ λοιπὰ διανοεῖσθαι χρὴ καὶ ἐν ἰδίᾳ τινὶ κεῖσθαι φύσει, οὐδὲν ἐχούσῃ κοινὸν φυσικῶς πρὸς ἐκείνην. Γεννητῷ γὰρ πρὸς ἀγέννητον, τίς ἂν γένοιτο καὶ ποῖος ὁ λόγος, τό γε ἧκον εἰς ποιότητα, δῆλον δὲ ὅτι τὴν κατ' οὐσίαν; Εἶτα τί φαῖεν ἂν οἱ πρὸς πᾶν ὁτιοῦν εὔκολοι τῶν κακῶν, τὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἴδια καὶ ἐν τῷ γεννήματι βλέποντες, τουτέστι τῷ Υἱῷ; Ζωὴ μὲν γὰρ καὶ φῶς καὶ Θεὸς ἀληθινὸς ὁ Πατήρ· ἀλλ' ἔστι ταῦτα καὶ ὁ Υἱός, οὐ μεθεκτῶς ἢ παρηλλαγμένως, ἀλλ' οὐσιωδῶς καὶ ἐν ἴσῳ τρόπῳ. Ἆρ' οὖν αἰσθάνῃ λοιπὸν ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἐξαίρετα οὐχὶ λόγῳ τε καὶ τρόπῳ τῷ τῆς ἀγεννησίας πρέποι ἂν μᾶλλον, ἵνα μὴ καὶ ἑτέρων εἶναι φῶμεν, ἃ δίχα γεννήσεως ὄντα τε καὶ ὑφεστηκότα φαίνεται, ἁρμόσαι δ' ἂν μᾶλλον ὡς Θεῷ τῷ Πατρί; Ὧδε γὰρ ἂν διήκοι λοιπὸν ὡς εἰς Υἱόν τε καὶ ἐξ αὐτοῦ, φύσεως οἶμαι νόμῳ, τὸ ἐν οὐσίᾳ ταὐτόν. Ἔστι τοίνυν οὐσία μὲν ἥκιστά γε τοῦ Θεοῦ τὸ ἀγέννητον, σημαντικὸν δέ, ὡς ἔφην, τοῦ μὴ γεγεννῆσθαι μόνον τὸν Πατέρα, καὶ οὐχ ὑφεστηκὸς ἰδικῶς. Β. Ὀρθῶς ἔχει. Φαῖεν δ' ἂν ἴσως οἱ δι' ἐναντίας· Εἰ γεννητῶς ὄντα τὸν Υἱὸν ἐν ταὐτότητί τε καὶ ὁμοούσιον εἶναι φῂς τῷ Θεῷ καὶ Πατρί, οὐκ ὀκνήσεις ἔτι, κατά γε τὸ