Ancient Greek
Page 436
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 436
Not analysed yet
ἐν οἷς ὁ Πατὴρ ἀπεφαίνοντο τὸν Υἱόν, ἠξίουν δὲ εἶναι δεύτερον καὶ οἱονεί πως ὀψιγενῆ, καὶ τάχα που καὶ αὐτὴν οὐκ ἀληθῆ τὴν γέννησιν ἀνοσίως ἐπιφημίζοντες, καὶ τὸ ἐκ τῆς οὐσίας συκοφαντοῦσι γνήσιον. Α. Ἀγορευόντων δὴ οὖν ἐρομένοις ἐκεῖνο· αἴτιον τοῦ εἶναι πεπιστεύκασι τῷ Υἱῷ τὸν Πατέρα· πότερα τὴν τοῦ ποιητοῦ τάξιν ἐπέχοντα καὶ πρὸς τὸ εἶναι διακομίσαντα δημιουργικῶς ἐν ἴσῳ τοῖς κτίσμασιν, ἤγουν ὧδε μὲν οὐχί, συνεροῦσι δὲ ὅτι κατά γε τὸν ἀληθῆ τῆς γεννήσεως τρόπον ἐξ ἰδίας ἡμῖν οὐσίας προϊέντα τὸ γεννώμενον; Β. Ὡς Πατέρα φασίν, ἤτοι δημιουργόν. Ἁπλοῦς γὰρ ὑπάρχων τὴν οὐσίαν ὁ ἀνωτάτω Θεός, ὡς ἂν νοοῖτο κτίζειν, οὕτω καὶ γεννᾶν. Τὸ γάρ τοι τῆς ἐνεργείας οὐ ταὐτοειδὲς συνθήσει που πάντως ἁπλοῦν ὄντα, φησίν. Α. Καὶ μὴν τοῦτό γέ ἐστιν ἄνω τε καὶ κάτω διακυκῆσαι τὸ πᾶν, καὶ τὴν τῶν πραγμάτων εὐδιάκριτον φύσιν ἀσυνθέτως κομιδῇ φύρδην ἀναχέαι, καὶ ἃ τῆς ἀλλήλων ποιότητος μακρός τε καὶ ἀκριβὴς ἀπονοσφίζει λόγος, ποταμίοις ἐν ἴσῳ νάμασιν εἰς μισγάγκειαν ἐνεγκεῖν· ἔφη γὰρ οὕτω τις τῶν παρ' Ἕλλησι σοφῶν. Ἕτερον γάρ, οἶμαι, τὸ κτίζειν παρὰ τὸ γεννᾶν ἅπας τις οὖν ἡμῖν ἀποφανεῖ λόγος. Οἶμαι δὲ δεῖν μὴ τὸ ἁπλοῦν ἀλόγως προσνέμοντας τῷ Πατρί, πρὸς ἐκτόπους ἐννοίας ὀρθῶς ἔχοντά τε καὶ ἐν καλῷ δόξης ἐρηρεισμένον τὸν ἐπ' αὐτῷ κατασείειν λόγον. Εἰ γὰρ ὡς κτίσει καὶ τέξεται, καὶ ταὐτὸν ἄμφω νοεῖται, διιστάντος οὐδενὸς εἰς διαφορὰν καὶ τὸ ἑτεροίως ἔχειν, καταδείσαιμ' ἂν οὐδαμῶς ἐκεῖνο εἰπεῖν ὡς ὧνπερ ἂν εἴη δημιουργός, τούτων ἔσται δήπου καὶ πατήρ, καὶ πᾶν τὸ πεποιημένον νοοῖτ' ἂν αὐτοῦ καὶ γέννημα. Τὰ δὲ ὁπόσα τέ ἐστι καὶ ἐν ὁπόσοις εἴδεσι καὶ διαφοραῖς φράσαι μὲν οὐ ῥᾴδιον, πάρα δ' οὖν ὅμως τοῖς ἐθέλουσιν ἀναμετρεῖν. Οὐδὲν γάρ ἐστι τῶν ὄντων ὃ τὸν τοῦ πεποιῆσθαι διελάσει λόγον. Τελεῖ δὲ ὅτι πάντη τε καὶ πάντως ἔν γε τοῖς οὖσι καὶ τὰ ἐν ἐσχάτοις καὶ κατερριμμένα, τίς ὁ καταρνούμενος; Ἁπάντων οὖν ἔσται, καὶ εἰ τῇδε ἔχοι τινά, πατὴρ ὁ Θεός. Β. Καὶ πῶς ἀτοπίας οὐ σφόδρα μεστὸς ὁ λόγος; Α. Δυσσεβείας μὲν οὖν τῆς ἐσχάτης ἐπέκεινα θεῖν φαίης ἂν μᾶλλον, εἰ τὰ εἰκότα λέγεις. Εἰ γάρ, ὡς οἴονται, παρὰ τῷ Θεῷ καὶ Πατρὶ τό τε κτίζειν καὶ τὸ γεννᾶν ἀδιάκριτον ἀληθῶς καὶ οὐχ ἑτεροίως ἔχον, διὰ τὸ ἁπλοῦν ἐν οὐσίᾳ, πρῶτον μὲν εἰκαιόμυθον τὴν ἁγίαν ἡμῖν ἀποφαίνουσι