Ancient Greek
Page 437
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 437
Not analysed yet
Γραφήν, μονογενῆ τὸν Υἱὸν ὀνομάζουσαν, τόν, εἴπερ ἐστὶν ἀληθὲς ὃ δή φασιν οἱ δι' ἐναντίας, ἐν πολλοῖς ἀδελφοῖς, μᾶλλον δὲ πᾶσιν ὁμοῦ τοῖς εἶναι πεπιστευμένοις, ἢ γεννηθέντα τυχόν, ἤγουν ἐνεργείᾳ δημιουργικῇ παρενεχθέντα πρὸς ὕπαρξιν. Δοκεῖ γὰρ ἐκείνοις ἄμφω τε εἶναι ταὐτὸν καὶ οὐχ ἑτεροίως ἔχειν. Εἴη δ' ἂν καὶ αὐτὸς ἁμαρτοεπής, ὡς ἔοικεν, ὁ μέγας ἡμῖν μυσταγωγὸς Ἰωάννης, οἷά τι τῶν ἀπορρήτων ἐξενεγκὼν τὸ μονογενὴς ἐφ' Υἱοῦ· ὃν καὶ «ἐν κόλποις» εἶναί φησι τοῦ Θεοῦ καὶ Πατρός, οὐ διεψευσμένον, οἶμαι, τὸν ἐπ' αὐτῷ τόκον καὶ διὰ τούτου δεικνύς· διελάσοι δ' ἂν ἡμῖν εἰς θράσους ἤδη τουτί, καίτοι σοφὸς ὢν ὁ λόγος, ὡς ἐπιθρῴσκειν ἀποτολμᾶν καὶ αὐτῷ τῷ Υἱῷ. Φαίην γὰρ ἂν ὅτι τὰς τῶν Ἰουδαίων ἀκρίτους ὁρμὰς καίτοι παρὸν ἀποσείεσθαι, καὶ μάλα ῥᾳδίως, αὐτὸς ἐφ' ἑαυτῷ παραθήγων ἁλώσεται. Τί γὰρ μὴ μᾶλλον ἔφασκεν· Ἐγώ εἰμι τὸ κτίσμα καὶ ποίημα τοῦ Θεοῦ, Πατέρα δὲ ἴδιον ὠνόμαζε τὸν Θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ; Τί δὲ ἔδει μᾶλλον ἐπιφωνεῖν ἐν συναγωγαῖς· «Ὁ πιστεύων εἰς τὸν Υἱὸν οὐ κρίνεται,» καὶ μὴ ὅπερ ἦν εἰκὸς καὶ λίαν εὐκόλως κατευνάσαι δύνασθαι τῶν ἀκροωμένων τὸν ἀτίθασσον φθόνον· Ὁ πιστεύων εἰς τὸ κτίσμα οὐ κρίνεται; Οἶμαι γὰρ ἄν, εἰ ταυτὶ διακεκραγότος διεπύθετό τις, οὐκ ἂν οἴεσθαι φορτικόν, οὐδὲ ἐθελῆσαι καταλεύειν αὐτόν, καὶ μέχρις ὀφρύος τοῦ ὄρους ἀποκομίζοντας, κρημνοῖς ἐνιέναι παραλόγοις ἐπιχειρεῖν. Τί δὲ δὴ καὶ ἔδρων οἱ σοφώτατοι μαθηταί, δόξαν ἔχοντες ἐπ' αὐτῷ τὴν Υἱοῦ που πάντως καὶ οὐχὶ τὴν κτίσματος; Ἐπειδὴ γὰρ ἐπ' ἄκρῳ κύματι βαίνων, καὶ τὴν ὑγράν τε καὶ εὐδιάχυτον τῶν ὑδάτων φύσιν ἀφράστῳ δυνάμει τοῖς ἰδίοις ὑποστορέσας ποσί, τὸ πλατὺ διέθει πέλαγος, ἀσύνηθες μὲν τοῖς ἁγίοις ἀποστόλοις ἐδίδου τὸ θαῦμα, συνεισήλατο δὲ μόλις ἑκὼν καὶ ὁλκαδίῳ διέπλει, καίτοι καὶ ῥᾷστα μετόν, εἴπερ ἕλοιτο κατορθοῦν, τὸ καὶ αὐτοῖς ἐποχεῖσθαι κύμασι. Κατατεθηπότες δὲ ἤδη καὶ τὴν ἄμαχον ἐξουσίαν ἀναλογισάμενοι, προσεκύνουν λέγοντες· «Ἀληθῶς Θεοῦ Υἱὸς εἶ.» Ἆρ' οὖν οὐχὶ καὶ ἐνώμοτον ὡδὶ τὸ χρῆμα ποιούμενοι, εἶναί τε Υἱὸν ἀληθῶς διειπόντες Θεοῦ, διαβεβλήσονται μὲν εἰκότως ὡς ψευδοεπεῖς, διημαρτηκότες δὲ τἀληθοῦς ἁλώσονταί τε καὶ ἐλεγχθήσονται; Εἰ γάρ ἐστιν οὐχ Υἱός, ἐκ τῆς τοῦ γεννήσαντος οὐσίας ἀναφύς, ποίημα δὲ μᾶλλον, τῇ τῆς υἱότητος δόξῃ κατακεχρωσμένος καὶ ἐν ψιλαῖς εὐφημίαις τὴν ἐπωνυμίαν λαχών, τί μαθόντες προσεκύνουν;