Ancient Greek
Page 440
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 440
Not analysed yet
Φρούδη δὲ ὥσπερ καὶ ἡ τῶν τὴν πίστιν παραδεδεγμένων ἐλπίς. Ποῦ γὰρ ὅλως υἱότης ἔτι; Ποῦ δὲ τὸ ἐντεῦθεν ἀξίωμα, πρὸς τὸ ἀμεινόνως ἔχειν ἀνακομίζειν δυνάμενον τὸ ἐν κτίσμασι τελοῦν, εἴπερ ἐν ἴσῳ λόγῳ τε καὶ μέτρῳ τῷ τεχθέντι τὸ ποιηθέν, συνθεούσης κατ' ἐκείνους εἰς ἕν τι τὸ χρῆμα κτίσεώς τε καὶ γεννήσεως; Ἆρ' οὖν οὐχὶ λῆρόν τε εἶναι ταυτὶ καὶ τῶν ἄγαν αἰσχρῶν φαίη τις ἂν αἰσχίονα; Β. Κομιδῇ μὲν οὖν. Α. Εἰ δὲ δὴ καὶ σύνεδρος εἶναι λέγοιτο καὶ ἔστιν ἀληθῶς ὁ Υἱὸς τῷ Πατρί, τῆς ἐν ἀληθείᾳ γεννήσεως οὐκ εἰσκομιζούσης αὐτῷ τὸ δεῖν πάντη τε καὶ πάντως τῇ τοῦ τεκόντος ἐναγλαΐζεσθαι φύσει διὰ τῆς εἰσάπαν ὁμοιότητός τε καὶ ἰσότητος, οὐκ ἀναφανδὸν ἤδη πως ἐροῦσι τὴν τῷ γενεσιουργῷ πρέπουσάν τε καὶ ἐνυπάρχουσαν δόξαν καὶ ἐπ' αὐτὴν ἤδη διήκειν τὴν τῶν γεννητῶν φύσιν καὶ ἀξίωμα τὸ δεσποτικὸν ἀνῆφθαι τὸ δοῦλον; Καὶ μὴν ὁ θεσπέσιος γράφει Παῦλος· «Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· Υἱός μου εἶ σύ,» ἤ· «Κάθου ἐκ δεξιῶν μου;» Ἀνθ' ὅτου γὰρ δεῖν ᾠήθη Θεὸς τοὺς μὲν ἐν τῷ παρεστάναι τε καὶ λειτουργεῖν τὴν αὐτοῖς πρεπωδεστάτην ἀποκληρώσασθαι δόξαν, τὸν δὲ τοῖς ἀνωτάτω καὶ τοῖς τῆς θεότητος ἐναβρύνεσθαι θώκοις καὶ τὸν οὐδαμόθεν ἰσοφυᾶ σύνεδρόν τε καὶ ὁμόθρονον ἔχειν; Ῥοπή τις, ὡς ἔοικεν, ὑποδραμοῦσα καὶ θέλησις τὴν τοῦ Πατρὸς ἐξουσίαν τὸν μὲν ἐν ἐκείνοις ἐτίθει, τοὺς δὲ ἐν οἷς εἰσι, καίτοι μὴ κατεγνωσμένους. Ἐπιψηφίζεται γὰρ τοῦτο αὐτοῖς τὸ ἀδιαβλήτως ἑστάναι καὶ τὸ σῴζειν δύνασθαι τὴν ἰδίαν ἀρχὴν ἄνω τε καὶ κάτω διαθεῖν λειτουργοῦντας Θεῷ. Ἠδίκησεν οὖν, κατὰ τὸ εἰκός, ὁ Θεὸς καὶ Πατήρ, μὴ οὐχὶ τῶν ἴσων ἀξιοῦσθαι καὶ αὐτοῖς ἐφείς; Ἀλλ' οὐχ ὧδε ἔχει ποθέν. Μὴ γὰρ ἔρημοι φρενὸς τῆς ἀρίστης ἡμεῖς κατ' ἐκείνους εἴημεν· πλεῖστον γὰρ ὅσον ἐστὶ τὸ μεσολαβοῦν καὶ διιστῶν ἀμέτρως τοῦ ποιηθέντος τὸ γεννηθέν. Καὶ ὁ μὲν ἔστιν Υἱός, καὶ ὡς τοῦτο ὑπάρχων ὁμόθρονος· οἱ δὲ παρεστᾶσι, κεκλημένοι πρὸς τὸ εἶναι δημιουργικῶς. Τί τοίνυν ἀνακιρνᾶσι τὰ ἄμικτα καὶ συνδεῖν ἐπιχειροῦσιν εἰς ταὐτότητα παραλόγως τὰ τῆς ἀλλήλων ὁμοφυΐας ἐξεστηκότα τοσοῦτον ὅσον αὐτὴ τῶν πραγμάτων ἡ φύσις αὐτομάρτυς οὖσα διαβοήσειεν ἄν; Ἀλλ', ὡς ἔοικεν, ἱδρὼς ἐκείνοις καὶ σκοπὸς τὸ οὔ τί που διειδέναι φιλεῖν καὶ ἐπείγεσθαι τἀληθές, ἐντρυφᾶν δὲ ὥσπερ δυσσεβῶς ἐναθύροντας πολυπλόκοις εὑρεσιλογίαις καὶ ἀχαλίνοις ἀθυροστομίαις.