Ancient Greek
Page 441
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 441
Not analysed yet
Β. Διαψεύδῃ μὲν οὐδαμῶς· σπουδάζεται γὰρ παρ' ἐκείνοις τῶν ἀναγκαίων οὐδέν. Ἐρεῖν δ' οὖν ὅμως ἐκεῖνο ὑπολαμβάνω, πῶς ἂν τὸ ἁπλοῦν διαφόρους ἡμῖν ἐκτέκοι τὰς ἐνεργείας, καὶ γεννήσει μὲν ἑτεροίως ἢ ὡς ἂν ἐργάσαιτο τυχόν, ἐργάσεται δὲ οὐχ οὕτως ἢ ὥσπερ ἂν τέκοι, καὶ τὸν τῆς ἁπλότητος οὐ καταφθερεῖ λόγον; Α. Καὶ μὴν τοῦτό γέ ἐστιν, ὡς ἐγᾦμαι, πάλιν ἕτερον οὐδὲν ἢ τὸ καλαμίνην μετὰ χεῖρας ῥάβδον ἑλεῖν, καθά φησιν ὁ προφήτης Ἠσαΐας. Τὸ γάρ τοι τοῖς οὕτω σαθροῖς καὶ εὐδιακλάστοις ἐπιθαρσήσαντας λογισμοῖς ἐν βεβαίῳ κεῖσθαι νομίζειν τοῦ φρονεῖν ὀρθῶς, πῶς οὐ καλαμίνην ταῖς ἰδίαις ψυχαῖς ὑποστήσασθαι ῥάβδον ἀσυνέτως ἑλομένους ἀποφήσειεν ἄν; Εὐανάτρεπτον γὰρ κομιδῇ τὸ σοφὸν εἶναι δοκοῦν καταθρήσεις πρόβλημα, δοκιμάσας ὡδὶ καὶ τοῖς οὖσιν ἐνιεὶς περιεργότατόν τε καὶ ἀκριβῆ τὸν βασανίζοντα νοῦν. Μυρίαι μὲν γὰρ ὅσαι τῶν ὄντων αἱ φύσεις εἰσίν, ὧν αἱ μὲν εἰς διαφορὰν ἀλλήλαις καὶ διαμάχην ἥκιστα μὲν ἠγμέναι πρὸς τοῦ καλοῦντος εἰς γένεσιν τὰ οὐκ ὄντα ποτέ, διῳκισμέναι δὲ μᾶλλον εἰς ἰδικὴν ἀποκλήρωσιν καὶ ἑτέρως ἔχουσαν ἢ αἱ λοιπαί· αἱ δέ, οὐχὶ τοῦτο λαχοῦσαι μόνον, ἀλλὰ καὶ ἀλλήλας ἀναιροῦσαι ταῖς συμπλοκαῖς καὶ ἀσύμβατον ἔχουσαι τὴν εἰς ταὐτὸν συνδρομήν· νόμος γὰρ αὐταῖς ὁ φύσεως ἀνακαίει τὴν ἔχθραν. Ἆρά σοι κατ' ἴχνος τῶν εἰρημένων εἶσιν ὁ νοῦς; Β. Οὐ πάνυ. Α. Σύνες οὖν ὅ φημι, φράσαιμι γὰρ ἂν ὀκνήσας οὐδέν. Οὐκοῦν κέκληνται πρὸς τὸ εἶναι τέχνῃ τε καὶ ἐνεργείᾳ Θεοῦ ἄγγελός τε καὶ ἄνθρωπος, οὐρανὸς ὁμοίως καὶ γῆ, βοῦς τε καὶ ἵππος, ξύλον τε καὶ λίθος. Τούτων δὲ ἕκαστον ἐν ἰδίᾳ μὲν καὶ διῳκισμένῃ νοεῖται φύσει, καὶ οὐχὶ πάντη τε καὶ πάντως ἀπαραλλάκτως ἐν ἅπασιν ἢ ἐν οἷς αἱ λοιπαί, οὐ μὴν ἐναντίως ἐχούσῃ πρὸς τὰς ἑτέρας. Χρῆμα γὰρ οὐκ ἀσύμβατον οὔτε ἄλλως ἀμιγὲς ἀνθρώπῳ μὲν ἄγγελος, ἀγγέλῳ δὲ ἄνθρωπος· ἐναντίαι γὰρ οὐδαμῶς ἀλλήλαις αἱ φύσεις· οὐρανοῦ δὲ ὕπαρξις, ἤγουν ὁ τῆς ὑπάρξεως λόγος, οὐ διαμαχεῖται τοῖς ἄλλοις. Οὐ γὰρ διεστήξει πρὸς ἔχθραν γῆ μὲν οὐρανῷ, γῇ δὲ ἐκεῖνος, ἤγουν τῷ λίθῳ τὸ ξύλον, ἐπεί τοι τὸν τοῦ εἶναι λόγον οὐκ ἐκ τῶν ἀνθεστηκότων καὶ εἰς ἐναντιότητα φύσεως ἀποτετμημένων διεκληρώσατο. Πρὸς δὴ τούτοις ἅπασι πεποιῆσθαί φαμεν ἐξ ἐνεργείας Θεοῦ πῦρ τε τὸ καυστικὸν καὶ μὴν καὶ τὸ ὕδωρ διαψύχειν εἰδός, ἀλλ' ἑνὸς ἄμφω ποιήματα, τοῦ ἁπλοῦ.