Ancient Greek
Page 442
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 442
Not analysed yet
Καὶ εἴπερ ἐστὶν ἁπλῆς ἐνεργείας ἔργα ταυτί, καίτοι πρὸς τοσαύτην διεστηκότα τὴν πρὸς ἄλληλα διαφοράν, πῶς ἂν ἔτι τὸ τῆς ἐνεργείας πολυειδὲς τὴν ἁπλῆν οὐσίαν παραιρήσομεν, εὐσεβείας ἀφορμὴν τὴν τῆς ἀληθείας ἀναίρεσιν οὐκ οἶδ' ὅπως ὑπειληφότες; Ἄθρει δὲ, εἴ σοι δοκεῖ, καὶ ἕτερόν τι πρὸς τούτοις. Εἰ γὰρ ἐπείπερ ἐστὶν ἁπλοῦς ὁ Θεὸς ἐνεργήσει μονοειδῶς καὶ πρέπειν ἐροῦσι τοῦτο δὴ μάλιστα αὐτῷ, τί μὴ καὶ ἁπλῆν ἐνεῖναι πιστεύουσι τὴν διάθεσιν αὐτῷ; Β. Πῶς λέγεις; Α. Οὐ γάρ, ὦ βέλτιστε, καταμυσάττεται μὲν καὶ κατασκώπτει τοὺς πονηρούς, καὶ κατεστυγημένον ποιεῖται τὸν ἀλιτήριον, ἐπιγάννυται δὲ τοῖς ὁσίοις, καὶ τὸ ἐπαινεῖσθαι πρέπειν τοῖς τὴν ἕξιν ἀγαθοῖς ἀπονέμει; Β. Πῶς γὰρ οὔ; Α. Συγχωρήσεις δὲ εἶναι κίνημα μὲν εἰς ὀργήν, τὴν κατὰ τῶν πλημμελούντων κόλασιν, πρᾳότητος δὲ καρπὸν ἥπερ ἂν γένοιτο τυχὸν εἰς ἁγίους τιμή τε καὶ χάρις; Β. Συγχωρῶ, καὶ γὰρ ὧδε ἔχει. Α. Οὐκοῦν, ἐπείτοι φασὶ τὴν θείαν ἁπλῆν εἶναι φύσιν, ἐξέστησάν τε διὰ τοῦτο αὐτῆς τὸ τῆς ἐνεργείας πολυειδές, ἁπλῆν ἔχειν οἰέσθωσαν καὶ οὐ πολλὴν ἐν ἑαυτῷ τὴν διάθεσιν. Οὐκοῦν, οἷς ἂν ἐπαινῇ, τούτοις ἄν, οἶμαι, καταμωμήσαιτο· καὶ οἷς ἂν ἀγάσαιτο, πάντως που καὶ καταψέξειε. Καὶ τὸ μὲν θυμοῦ καὶ ὀργῆς ἐνέργημα, πρᾳότητος ἔσται καρπός, εἶναι δὲ ταὐτὸν καταλογιούμεθά που τῇ πρᾳότητι τὴν ὀργήν. Προσθείην δ' ἂν ἔγωγε τοῖς εἰρημένοις καὶ τόδε· φύσις μὲν γὰρ θεότητος μία καὶ ἁπλῆ· φαμὲν δὲ αὐτὴν εἶναι ζωήν τε καὶ δύναμιν καὶ σοφίαν καὶ δόξαν. Καὶ ζωῇ μὲν ζῇ τὸ ζωοποιούμενον, δυνάμει δὲ δυναμοῦται τὸ δυναμούμενον καὶ σοφίᾳ σοφοῦται τὸ σοφούμενον, δόξῃ δὲ δοξάζεται τὸ δόξης ἐπιδεές, ἤτοι τὸ δοξαζόμενον. Ἦ οὐκ ἀληθὲς ὅ φημι; Β. Καὶ μάλα. Α. Οὐσίας δὲ τῆς ἁπλῆς πῶς ἂν γένοιτο καρπὸς τὸ πολυειδὲς εἰς ἐνέργειαν, κατά γε τὸ ἐκείνοις εὖ ἔχειν ὑπειλημμένον; Ἐνεργεῖ δὲ πολυτρόπως, καίτοι τὴν φύσιν ἁπλοῦς ὢν ὁ Θεός. Ἆρ' οὖν, ὦ Ἑρμεία, δοίης ἂν εἶναί τι τῶν τοιούτων τὸ παραλογώτερον; Οὐ γὰρ ἄμεινον παραπολὺ καὶ λογισμοῦ τοῦ καθήκοντος ὁρᾶται μεμεστωμένον τὸ ἁπλοῦν μὲν εἶναι τὴν φύσιν οἴεσθαι τὸν Θεόν, τὸ δὲ ὅπως ἔχει καὶ ἐνεργεῖ διαφόρως ἐξεπίστασθαι παραχωρεῖν αὐτῷ δὴ καὶ μόνῳ, πολυπραγμονεῖν δὲ οὐκ ἔτι; Θεὸς γὰρ καὶ τὰ αὐτοῦ πάντως που καὶ ὑπὲρ νοῦν καὶ λόγον.