Ancient Greek
Page 444
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 444
Not analysed yet
ἀπότεξιν εἰπεῖν σημαίνει τάχα που τὸ ἐν ἀφανείᾳ καὶ ἀκαταληψίᾳ καὶ καθάπερ ἐν σκότῳ βαθεῖ τὸν τῆς γεννήσεως κατακεκλεῖσθαι τρόπον. Ἑωσφόρου μὲν γὰρ ἐξ ἑῴων ἄρτι τερμάτων λαμπροῦ πρὸς τὸ ἄνω διαπηδήσαντος, αὐγαὶ κατασκίδνανται τὸν αἰθέρα λεπταὶ καὶ φῶς ἀραιόν τε καὶ ἀδρανὲς ἔτι τῆς ἡλίου μαρμαρυγῆς συναναθρῴσκει προάγγελον, ἀφηβήσαντος ἤδη τοῦ τῆς νυκτὸς σκότους. Ὀφθέντος δὲ οὔπω κατ' οὐρανόν, ἐν ἀκμαῖς ἔτι κείσεται τὰ νυκτός, ὅτε καὶ παχὺς τῶν ὀμμάτων καταχεῖται σκότος καὶ ἐν ἴσῳ τοῖς τὰς ὄψεις λελωβημένοις καὶ οἱ τοῦ πάθους ἀπείρατοι. Ἐπεὶ λέγοις ἂν ἡμῖν αὐτὸς τί τὸ θαῦμα τὸ θεοπρεπὲς ἐν τῷ γεγεννῆσθαι τὸν Υἱόν, εἰ καὶ νοοῖτο «πρὸ ἑωσφόρου;» Β. Οὐκ ἀθαύμαστον, ὦ τᾶν, τὸ τῆς γεννήσεως χρῆμα. Τὸ γὰρ ἀρχαῖον αὐτῆς καὶ πρεσβύτατον ἀναμάθοι τις ἂν διὰ τοῦ νοεῖσθαι «πρὸ ἑωσφόρου.» Α. Εἶτα πῶς οὐκ ἄμεινον πρὸ ἡλίου καὶ σελήνης, μᾶλλον δὲ οὐρανοῦ τε καὶ γῆς εἰπεῖν; Πρεσβύτερα γὰρ ἄστρων τε καὶ ἑωσφόρου ταυτί. Μᾶλλον δὲ καὶ τὸ πρὸ γῆς τε καὶ οὐρανοῦ καὶ ἁπάσης ἁπαξαπλῶς τῆς κτίσεως εἶναι λέγεσθαι τὸν Υἱὸν οἰηθείην ἂν ἔγωγε σμικρόν τε καὶ εὐτελές· ἐξ ἀνάρχου γὰρ πέφηνε Πατρός, ἄφραστόν τε καὶ ἀπερινόητον παντελῶς τὸν τῆς γεννήσεως ἔχει τρόπον. Τοιγάρτοι καὶ αὐτὸς ἡμῖν ὁ διαβόητος Ἠσαΐας· «Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; φησίν, ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ·» γενεάν, οἶμαί που, τὴν γέννησιν, ζωὴν δὲ τὴν ὕπαρξιν εὖ μάλα διακαλῶν, ἣν καὶ ἀπὸ πάσης αἴρεσθαι τῆς γῆς, τουτέστιν ἀνακουφίζεσθαί τε καὶ ὑπερφέρειν ἅπαντα νοῦν τῶν ἐπὶ τῆς γῆς, καὶ ἄνω που κεῖσθαι τῶν καθ' ἡμᾶς ἐννοιῶν, ἀστιβῆ δὲ καὶ ἀνέμβατον τοῖς τῆς ἀνθρωπότητος μέτροις, ἀληθέστατά μοι φάναι δοκεῖ. Ὅτι δὲ καὶ χρόνου παντὸς ἐπέκεινα καὶ ἀρχῆς ἀμείνων τῆς τοιᾶσδε πέφηνεν ὁ Υἱὸς οὐ μεῖον ἢ ὁ Πατήρ, ἕτερός τις ἡμᾶς τῶν ἁγίων προφητῶν ἀναπείσει βοῶν· «Καὶ σύ, Βηθλεέμ, οἶκος τοῦ Ἐφραθᾶ, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα. Ἐκ σοῦ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος,» τὴν ἐκ Πατρὸς ὕπαρξιν ἰδικὴν ἔξοδον ὥσπερ τινὰ γεγενῆσθαι λέγων, καθ' ἣν ἀπ' ἀρχῆς ἧς οὐδὲν ἐπέκεινα παντελῶς τῷ ἰδίῳ γεννήτορι συνυφεστῶτα νοοῦμεν, οὐκ ἀγεννήτως, ἀλλὰ γεννητῶς. Πόσον οὖν οἴει δεῖν γέλωτα ὄφλειν αὐτοὺς ἀνθρωπίνοις διασκέμμασι καὶ