Ancient Greek
Page 445
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 445
Not analysed yet
πεποσωμέναις ἐννοίαις ἐφικνεῖσθαι δύνασθαι τῶν οὕτως ὑπερκειμένων οὐκ οἶδ' ὅπως ὑπειληφότας; Τίνα γὰρ ἄν τις εἰδείη τρόπον τὸ ὅπως ἂν τέκοι Θεός, μὴ οὐχὶ δὴ πρότερον ἐκμεμαθηκὼς ὅ τί ποτε ἄρα κατὰ φύσιν ἐστίν; Β. Ἀλλ' ἔστι τοῦτο ἀμήχανον· «Ἔθετο γὰρ σκότος ἀποκρυφὴν αὐτοῦ,» καθὰ γέγραπται, «καὶ κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ,» τό, οἶμαι, δυσκάτοπτον, μᾶλλον δὲ ἄποπτόν τε καὶ ἀκατάληπτον καὶ σκότος εἰπὼν καὶ σκηνὴν ὀνομάσας, ὑφ' ἣν τρόπον τινὰ καὶ εἰσδὺς ὁ πάντα πληρῶν, αὐτός τε ὑφ' ἑαυτοῦ καὶ ὑπὸ μόνου γινώσκεται τοῦ ἰδίου γεννήματος. Ἔφη γὰρ ὅτι «Οὐδεὶς ἐπιγινώσκει τίς ἐστιν ὁ Υἱός, εἰ μὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει τίς ἐστιν, εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ.» Α. Εὖ λέγεις, καὶ σὲ δὴ μάλιστα νυνὶ τῶν τοιούτων ἄγαμαι λόγων. Οὐκοῦν, εἰ περιεργάζοιτό τις καὶ ῥιψοκινδύνως ἰχνηλάτοι τὰ νῷ μὲν οὐκ ἐφικτά, δυνάμει δὲ λόγων οὐ καταθλούμενα, τὸν τοιοῦτον ἐροῦμεν ἥκιστα μὲν ὡς εἴη φιλομαθής, εἰκαίοις δὲ μᾶλλον καὶ περιττοῖς ἐπινήχοιτο πόνοις. Εἰρήσεται δὲ περί γε τοῦ τοιούτου παντὸς καὶ οὐκ ἀπὸ σκοποῦ· «Ὃς ἐρείδεται ἐπὶ ψεύδεσιν, οὗτος ποιμανεῖ ἀνέμους, ὁ δ' αὐτὸς διώξεται ὄρνεα πτερωτά. Ἀπέλιπε γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος, τοὺς δὲ ἄξονας τοῦ ἰδίου γεωργίου, πεπλάνηται, διαπορεύεται δὲ δι' ἀνύδρου ἐρήμου καὶ γῆν διατεταγμένην ἐν διψώδεσι, συνάγει δὲ χερσὶν ἀκαρπίαν.» Ἐρρῶσθαι γὰρ ὥσπερ τοῖς ἀναγκαίοις εἰς ὄνησιν καὶ τοῖς ἀληθείας μεμεστωμένοις ἀνοητότατα φράζοντες, περιέπουσι τὸ ψεῦδος καὶ τὸ καρπὸν εὐσεβείας οὐκ ἔχον ὡς ἀναγκαῖον εἰσδέχονται, ἀναθρῴσκει δὲ δὴ πρὸς τοῦτο αὐτοῖς ἀλαζονείας ὁ νοῦς, ὡς τάχα που καὶ ἡγεῖσθαι λοιπὸν ἐπίκλημα καὶ γραφὴν τὸ ὅπως ἂν ἔχοι φύσεως μὴ αὐτῷ διειδέναι καὶ μόνῳ παραχωρεῖν τῷ Θεῷ, καίτοι τῆς θεοπνεύστου Γραφῆς ἀνεκφράστους εἶναι βοώσης καὶ λίαν ἀμείνους ἢ κατὰ νοῦν τὸν ἀνθρώπινον τὰς θείας ὁδούς, τουτέστι τὴν ἐφ' ἑκάστῳ τῶν γεγονότων διεξαγωγὴν ὥσπερ τινὰ καὶ οἰκονομίαν. Ἀναμελῳδεῖ γάρ που καὶ ἀναμέλπει λέγων ὁ θεῖος Δαβίδ· «Ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται.» Ὁλκάδος μὲν γὰρ τοῖς ἐξ οὐρίας πνεύμασιν εὖ μάλα συνωθουμένης καὶ εἰς τὸ βαθὺ δὴ τουτὶ διαττούσης πέλαγος ἀσυμφανὲς τὸ ἴχνος ἐστίν. Ἀρότρου γὰρ δίκην ἐπιχαράττουσα μόλις τῆς θαλάττης τὸν νῶτον, ὑπόπτερος τρόπον τινὰ διὰ