Ancient Greek
Page 452
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 452
Not analysed yet
τοῖς ἔχειν εἰδόσι καὶ πεφυκόσι αὐτὴν ὅτι λευκότης εἴη γνωρίζοιτο; Ἰσόχρονον γὰρ εἰ μὴ λάβοι τὴν συνδρομὴν τὰ πρὸς ἑνὸς ὁτουοῦν συνθέοντα σύστασιν καὶ οὐχ ἑτέρως ἔχειν δυνάμενα, θεωρίᾳ μὲν ἔσται ληπτά, ἕξει δὲ οὔπω τὸ εἶναι καθ' ὕπαρξιν, κατά γε τόν σφισι πρέποντα λόγον. Β. Ἀλλ' ὧδε μὲν ἔχει καὶ ἀληθῶς εἰρῆσθαι ταυτὶ διακείσομαί τε αὐτός, οἶμαι δ' ἂν καὶ ἑτέρους οὐ μεῖον ἢ ἐγώ. Πατρί γε μὴν καὶ Υἱῷ πῶς ἂν ἡμῖν ἡ ἀμφοῖν τοῖν παραδειγμάτοιν ἁρμόσοι δύναμις; Α. Ὅτι λόγου μὲν ἡ ἐκ νοῦ πρὸς τὸ ἔξω φορὰ καὶ τὸ ἀπαθὲς τῆς γεννήσεως καὶ μὴν ὅτι τὸ γεννηθὲν οὐ διατετμήσεται, μενεῖ δὲ μᾶλλον αὐτό τε ἐν τῷ γεννήσαντι νῷ καὶ τὸν γεννήσαντα νοῦν ἕξει που πάντως ἐν ἑαυτῷ, διαρκέστατά τε μάλα σαφῶς ἐκδείξειεν ἄν, καὶ πρός γε δὴ τούτοις ὅτι συμφυᾶ τε ἀμέσως καὶ συνυφεστῶσαν ἔχει ταῖς ἐννοίαις τὴν ὕπαρξιν. Τὸ δέ γε τῶν ὄντων τισὶν ἀναγκαίως ἐμφῦναι τὸ χρῶμα λέγειν, καὶ ὡς οὐκ ἂν ἔχοιεν ἑκάτερον ἑκατέρου κατὰ σφῶν αὐτῶν τὸ πρεσβύτερον, ἀναγκαιοτάτην λαχόντα συνύπαρξιν—ἰσοδρομήσει γὰρ πάντως εἰς ἰσόχρονον ἀρχήν—, τὸ μὲν τῆς θείας γεννήσεως τίς ἂν νοοῖτο πρὸς ἡμῶν ὁ τρόπος οὐκ οἶμαι σαφηνιεῖν, ἐκεῖνο δὲ μᾶλλον ὡς εἴπερ ἐστὶ Πατὴρ ὁ Θεός, οὐκ ἐν χρόνῳ τὸ εἶναι τοῦθ' ὅπερ ἐστὶν εὑράμενος· ἔστι γὰρ ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχων καὶ τροπῆς ἀμείνων τῆς ἐπ' ἀμφοῖν νοουμένης· παντέλειος γάρ, οὔτε τῆς εἰς ὁτιοῦν τῶν ἀγαθῶν πληρώσεως ὑπάρχων ἐπιδεής, οὔτε μὴν τὸν ἐπὶ τοῖς πεφυκόσι λυπεῖν ὑπομένων ὄλισθον· συνεισκρίνεταί που πάντως αὐτῷ καὶ ἡ τοῦ τεχθέντος δήλωσίς τε ὁμοῦ καὶ ὕπαρξις οὐχ ὑστερίζουσα κατὰ χρόνον, οὔτε μὴν κατόπιν ἰοῦσα τῆς τοῦ τεκόντος δόξης διά γε τὸ χρῆναι πάντη τε καὶ πάντως ἐπὶ Θεοῦ συνεπινοεῖσθαί τε καὶ συνυπάρχειν ἀεὶ Υἱῷ μὲν Πατέρα, Πατρὶ δὲ αὖ τὸν Υἱόν, πρὸς ἄναρχον ἀρχαιότητα δι' ἑαυτοῦ μαρτυρούμενον, εἰ καὶ ἔστι γεννητῶς, ὡς ἐκ Πατρὸς κατὰ φύσιν. Ἀπαύγασμα δὲ τῆς δόξης τοῦ Θεοῦ καὶ Πατρὸς ὀνομάζων ἡμῖν τὸν Υἱὸν ὁ θεσπέσιος Παῦλος, καὶ μὴν ὅτι καὶ χαρακτήρ ἐστι τῆς ὑποστάσεως αὐτοῦ, κατασφραγιεῖ δή που, καθάπερ ἐγᾦμαι, τὸν ἀρτίως ἡμῖν γεγονότα λόγον, ὡς πεποίηται μὲν ἀμωμήτως κομιδῇ, μεθύει δὲ ψήφοις ταῖς εἰς ὀρθότητα καὶ ἀλήθειαν. Β. Πῶς ἔφης; Α. Οἴου δέ με πάλιν ὧδέ πῃ διεσκεμμένον τὸ χρῆμα εἰπεῖν· ὅτι τὸ ὑπό του τυχὸν ἐξηυγασμένον εἴη δ' ἄν που φῶς, οἶμαι, τουτί, τῆς ἀπαυγαζούσης οὐσίας αὐτὸ διακομίζον