Ancient Greek
Page 451
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 451
Not analysed yet
ἰδίαν διεκληρώσατο, πρόεισί τε τὸν τεκόντα παραβλάψας οὐδέν. Τὸ δὲ δὴ καὶ φάναι τολμᾶν, ἔν γε δὴ μάλιστα τούτοις, ὡς ἔστι που πάντως τοῦ γεννωμένου τὸ γεννῶν πρεσβύτερον ἠλίθιον οἶμαι παντελῶς. Πρόεισι μὲν γὰρ ἐκ νοῦ λόγος. Ἐπειδὴ δέ ἐστιν νοῦς ὅτι λόγον ἔχει, λόγος δὲ αὖ πάλιν ὅτι μεμέστωται νοῦ, πῶς ἂν νοοῖτό ποτε δίχα μὲν λόγου νοῦς, λόγος δὲ νοῦ τητώμενος; Τὰ μὲν γὰρ ἔχοντά τι τῶν ἔχεσθαι λεγομένων πρεσβυτέραν πως ἐφ' ἑαυτοῖς ἀπαιτεῖ τὴν τοῦ εἶναι διάληψιν, καὶ ἐν ψιλαῖς ἐννοιῶν φαντασίαις πεπολίωταί πως οὐ μεῖον ἢ ὥσπερ ἂν ἔχοιεν πρὸς υἱοὺς πατέρες, ἀλλ' οἷς συνυπάρχειν ἀνάγκη, καὶ πάντη τε καὶ πάντως τὸ ἀλλήλοις συνεπινοεῖσθαι πρέπει. Ἀποπεραίνεται δὲ οὕτω τὸ εἶναί τε καὶ συνεστάναι τι, ἄν τις ἀνάπτοι τὸ μεῖον ἐν χρόνῳ καὶ τὸ πρεσβύτερον, καὶ οὐχὶ δὴ μᾶλλον ὅτι καὶ συνδιολεῖται φαμὲν ἀλλήλοιν, εἰ ἑτέρου τὸ ἕτερον προανίσχοι καὶ φαίνοιτο. Β. Βραδύς εἰμί πως εἴς γε τὸ ἀναμαθεῖν δύνασθαι ταυτί, συνίημι δὲ οὐ λίαν ὅ τί ποτ' ἔστιν ὃ λέγεις. Οὐκοῦν διασάφει, καὶ μή μοι νωθείαν ἐγκάλει, μηδὲ ὥσπερ τινὰ δίκην ἐπαρτήσῃς τὴν σιωπήν. Α. Καὶ μὴν ἐγὼ φράζειν ἕτοιμος, ὄκνου γὰρ λόγος οὐ πολὺς ἔν γε τοῖς οὕτω λεπτοῖς ἔστ' ἂν ἡμῖν ἴοι κατὰ ῥοῦν ὁ λόγος. Τὸ γὰρ ἄνω τε καὶ κάτω καὶ οἱονεί πως ἐν κύκλῳ περιφοιτᾶν τὰ δυσέφικτα τῶν θεωρημάτων βλάβος μὲν οὐδέν, οὐ μετρίαν δ' ἂν ἡμῖν ἐμποιήσαι τὴν ὄνησιν. Οὐκοῦν ἴδοις ἂν ὅπερ ἔφην εὖ μάλα καὶ σαφῶς εἰ τὴν τῶν χρωμάτων διασκέψαιο φύσιν. Εἰπὲ γὰρ ἐκεῖνο, τὴν λευκότητα τυχὸν ἤτοι τὴν μελανίαν, οὔπω τοῖς ἔχειν αὐτὰς εἰωθόσιν ἐνιδρυμένας, αὐτάς που καθ' ἑαυτὰς ἆρ' ὑπάρχειν οἰήσῃ δύνασθαι; Β. Οὐδαμῶς. Συμβαίνει γὰρ τὰ τοιάδε μᾶλλον ἑτέροις, εἶτα τοῦθ' ὅπερ εἰσί, τότε δὴ μόλις ἐκφαίνονται. Α. Ὀρθῶς ἔφης. Οὐκοῦν, οὐσίαι μέν τινες εἶεν ἂν προεπινοηθεῖσαί τε καὶ προϋποκείμεναι τῷ λόγῳ, τήν τε λευκότητα καὶ τὴν μελανίαν εἰσδεδεγμέναι· αἱ δέ εἰσιν ἐν τοῖς ἐχομένοις. Ἀλλ' εἰ βούλοιτό τις ἀναμέρος διατεμὼν τό τε ἔχον ἐν τούτοις καὶ αὖ τὸ ἐχόμενον, καὶ τὸ μὲν ἔχον ὅτι πρεσβύτερον εἴη λέγοι, τό γε μὴν ἐχόμενον ὑστερίζειν οἴοιτο, εἰς ποῖον ἡμῖν οὐσίας καταθήσει τόπον τὸ πεφυκὸς εἶναι λευκόν, εἰ μήπω ἐστὶ λευκόν; Ἢ πῶς ἡ λευκότης εἴη ἂν ὅπερ εἶναι καὶ λέγεται, εἰ μὴ διὰ τοῦ συμβῆναι