Ancient Greek
Page 454
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 454
Not analysed yet
συμφυᾶ δὲ δεῖν καὶ συνυπάρχοντα νοεῖν· ἀφικνεῖται δὲ οὔπω κατὰ νοῦν ἐκεῖνα, δυσπρόσιτον κομιδῇ καὶ ἀνάντη λίαν ἔχοντα τὴν προσβολήν. Α. Τὰ ποῖα ἄττα φῄς; Β. Ἐρησομένους ἴσθι τοι, δριμεῖς γὰρ εἰς λόγους, πότερόν ποτε θελητῶς ἤγουν ἀνεθελήτως ὁ Θεὸς καὶ Πατὴρ ἐκτέτοκε τὸν Υἱόν. Α. Εἶτα, ὅποι ποτὲ ἄρα κατασκήψειεν ἂν τὸ κακούργημα αὐτοῖς τῶν οὕτω δεινῶν εὑρημάτων, ὡς ἥδιστα ἂν εἰδείην. Β. Προσθέντες γάρ, οἶμαι, κἀκεῖνο ἐροῦσιν, ὡς εἴπερ ἐστὶν ἀνεθέλητος ὁ Υἱὸς τῷ Πατρί, τέτοκεν οὐχ ἑκών, ἀλλ' ἔκ του πρὸς τοῦτο συνωθούμενος, ἢ φέρε εἰπεῖν ἀνάγκης ἤ τι καὶ παθὼν τῶν ἀβουλήτων ἁλώσεται. Περιενεγκόντες δὲ οὕτως εἰς ἀτοπίαν τὸν λόγον, καθείρξουσιν εἰς ὁμολογίαν τοῦ χρῆναι λοιπὸν εἰπεῖν τὸ μὴ ἀβουλήτως γεγεννῆσθαι παρὰ τοῦ Πατρὸς τὸν Υἱόν, καὶ τελευτῶντες ἐπάγουσιν· Εἰ μὴ ἀνεθελήτως τέτοκεν ὁ Πατὴρ τὸν Υἱόν, θελητῶς δὲ καὶ κατὰ βούλησιν, πάντως που καὶ προηγήσεται καὶ προαναφανεῖται τῆς τοῦ Υἱοῦ γεννήσεως ἡ θέλησις τοῦ Πατρός. Ὧν δὲ δή που, φησί, καὶ προϋφεστηκὼς ἐσκέπτετο καὶ πρεσβυτέραν ἔχει τοῦ τόκου τὴν θέλησιν. Α. Ὡς ἀνόσιά γε τοῖς διεστραμμένοις ἐκμεμηχάνηται καθ' ἡμῶν τὰ εὑρήματα. Κατορχεῖται δὲ οὕτω τῶν τῆς ἀληθείας δογμάτων ὁ λόγος ὥστε, εἴ τῳ δόξειεν ἔν γε τοῖς ἄγαν ἀπηχεστάτοις τὴν ἁπασῶν ἐπέκεινα ψῆφον ἑλεῖν, οὐκ ἂν οἶμαι δράσειν ἄμεινον ἢ οὗτοι. Ἀκλεᾶ δὲ οὕτω τὴν νίκην ἀράμενοι καὶ ταῖς εἰς δυσσέβειαν ὑπερβολαῖς τῆς τῶν ἄλλων ἀμαθίας προὔχοντές τε καὶ προεκκείμενοι, λοιπὸν ἀκουόντων· «Ἐδικαιώθη Σόδομα ἐκ σοῦ.» Ἅλις γάρ, ἅλις πικρίας, ὦ οὗτοι, καὶ διεστραμμένων ἐννοιῶν. Φέρε κατευθὺ τῆς ἀληθείας ἴωμέν τε ἤδη καὶ λέγωμεν ὡς οὐκ ἂν νοοῖτό ποτε δίχα τοῦ συνόντος τε ἀεὶ καὶ συνυφεστῶτος αὐτῷ γεννήματος ὁ ἀνάρχως τε καὶ ἀϊδίως Πατήρ. Ἀλλ' εἰ καὶ ἔστιν οὐκ ἀνεθελήτως τοῦ Υἱοῦ Πατήρ, οὐ προανακύψει καὶ προανανήξεται πάντως τοῦ γεννηθέντος ἡ θέλησις. Εἰ γὰρ ἦν ἐν σοφίᾳ καὶ λόγῳ τὸ θέλειν τοῦ Πατρός· οὐ γὰρ ἄσοφόν γε καὶ ἄλογον τὴν θείαν ἐροῦσι θέλησιν· Σοφία δὲ καὶ Λόγος ἐστὶ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱός, αὐτὸς ἄρα ἐστὶν ὁ ἐν ᾧ πᾶσα θέλησις τοῦ Πατρός. Ὥστε τοῖς ἐκεῖνα πεφλυαρηκόσι περιτρέπεταί πως ἡ σκέψις καὶ τὸ δεινὸν ἐγχείρημα πρὸς τὸ ἔχον ἐναντίως. Ἀναπυθέσθαι γὰρ δὴ καὶ ἡμᾶς, ὡς ἔοικεν, ἀπείρξειεν ἂν οὐδὲν τῆς τῶν λογισμῶν ἀτοπίας ἠφειδηκότας, πότερα θελητῶς ἤγουν ἀνεθελήτως ὑπάρχει τε καὶ ἔστιν ὁ Πατήρ.