Ancient Greek
Page 455
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 455
Not analysed yet
Καὶ εἰ μὲν οὐ θελητῶς, ἐκβεβίασταί που πάντως ἐξ ἀνάγκης εἰς ὕπαρξιν. Εἰ δὲ ὧδε μὲν οὐχί, θελητῶς δέ, προηγήσεταί που τῆς ὑπάρξεως αὐτοῦ τὸ θέλειν αὐτοῦ. Καὶ ἐπειδὴ τὸ θέλειν ἐπράττετο σοφῶς δηλονότι καὶ οὐ δίχα λόγου, Σοφία δέ ἐστι καὶ Λόγος ὁ Υἱός, προϋφεστήξει τοῦ Πατρός. Βουλὴν δὲ καὶ θέλησιν τοῦ Θεοῦ καὶ Πατρὸς τὸν Υἱὸν ὁ θεῖος ἡμῖν ὀνομάζει λόγος. Ψάλλει γὰρ ἐν Πνεύματι καί φησιν ὁ θεσπέσιος Δαβίδ, ὡς ἐκ προσώπου τῶν πεπιστευκότων· «Ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, ἐν τῇ βουλῇ σου ὡδήγησάς με.» Καὶ μὴν καὶ ἑτέρωθι· «Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν.» Πεποδηγήμεθα γὰρ ἐν Χριστῷ πρὸς τὸ θέλημα τοῦ Πατρός, καὶ εἰς ὑπερκόσμιον κάλλος ἐν αὐτῷ μορφούμεθα, πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν δι' αὐτοῦ νευρούμενοι. Οὐκοῦν, ὅσον ἧκεν εἰς ἐννοιῶν σαθρότητα καὶ λογισμῶν ἀτοπίαν, προϋφεστήξει τοῦ Πατρὸς ὁ Υἱός, αὐτὸς ὢν ἡ θέλησις· εἶτα πῶς τοῦ γεννήσαντος προαναφανεῖται τὸ γεννηθέν; Ἄθρει δὴ οὖν ἵν' εἰσὶ κακοῦ, τὸ «Ἑαυτοὺς δοκιμάζετε, εἰ ἐστὲ ἐν τῇ πίστει» μεθέντες ὡς ἀπωτάτω. Β. Ἔοικεν. Α. Περιτρέψειε δ' ἄν τις καὶ οὐ σὺν ἱδρῶτι μακρῷ καὶ πρὸς ἑτέραν αὐτοῖς ἀτοπίαν τὴν γραώδη πρότασιν, ἀποκρίνεσθαι δεῖν ἐκεῖνο εἰπών. Β. Τὸ τί δή; Α. Πότερα δημιουργὸς καὶ βασιλεὺς φιλοικτίρμων τε καὶ ἀγαθὸς νοοῖτ' ἂν καὶ λέγοιτο πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων ὁ Θεὸς καὶ Πατὴρ ἢ οὔ; Β. Ἀλλὰ ταυτὶ μὲν ὡς ἔστιν ἀμελητὶ φαῖεν ἄν, ὡς ἐγᾦμαι. Πῶς γὰρ οὔ; Α. Φραζόντων οὖν ἔτι· προσερήσομαι γάρ, ἀνεθελήτως ἄρα ταῦτά ἐστιν ἢ θελητῶς; Εἰ μὲν γὰρ ἀνεθελήτως ἐροῦσι, πεπονθέναι δώσουσι τὴν ἀνεθελησίαν αὐτόν, τὸ ὡς ἐξ ἀνάγκης πάθος. Εἰ δὲ μὴ ἀβουλήτως οἰήσονται, προϋπῆρχε δὲ ἡ βούλησις τοῦ εἶναι αὐτὸν ἅ ἐστιν, οὐκ ἀεὶ δυνάμει δημιουργός, οὔτε μὴν ἀνάρχως βασιλεύς, ἢ φιλοικτίρμων, ἢ ἀγαθός· χρόνος δὲ ἴσως προεισελάσειέ τις καθ' ὃν ἔτι ταῦτα οὐκ ὤν, τὸ δεῖν εἶναι διεσκέπτετο. Τίς δὴ οὖν ἄρα τῶν τοιούτων ἂν ἐπαΐοι λόγων, εἶτα ταῖς ἐκείνων τερθρείαις οὐκ ἐποιμώξειε μέγα, καὶ δὴ καὶ ἐρρῶσθαι φράσας, ἄμεινον μὲν ἢ ἐκεῖνοι διασκέψεται καὶ τὴν τῶν πραγμάτων εὖ μάλα καταθρήσει φύσιν, διαλογιεῖται δὲ ὅτι τῶν μὲν πρακτέων ἢ μὴ θέλησίς τε καὶ ἀνεθελησία κρατεῖ, γεννήσεως δὲ οὐκ ἔτι;