Ancient Greek
Page 457
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 457
Not analysed yet
ἀνεθελήτως ἅ ἐστι φυσικῶς, σύνδρομον ἔχων τῇ φύσει τὴν θέλησιν τοῦ εἶναι ἅ ἐστιν. Β. Ὡδὶ ταῦτ' ἔχειν καὶ αὐτῷ μοι δοκεῖ. Α. Καὶ πρός γε δὴ τούτοις, κατακινδυνεύσειεν ἂν καὶ εἰς ἑτέραν αὐτοῖς ἀτοπίαν, τὸ δὴ χρῆναι λέγειν ἐπὶ Θεοῦ καὶ Πατρὸς πρεσβυτέραν οἴεσθαι τοῦ τόκου τὴν θέλησιν. Διασκεπτέον γάρ, εἰ δοκεῖ, πότερόν ποτε νυνὶ δὴ καὶ μόλις ὁ Θεὸς καὶ Πατὴρ ἐν τοῖς αὐτῷ πρέπουσίν ἐστιν ὅτι γεγέννηκεν, ἢ πρεπωδεστέραν αὐτῷ τὴν ἀγεννησίαν εὑρήσομεν. Εἰ μὲν οὖν ὅτι γεγέννηκε τὸ τῇ ἰδίᾳ φύσει πρέπον οὐκ ἐξοιχήσεται, τί τὸ ἐκ τῆς ἀγεννησίας αὐτῷ προσνέμοντες ἀκαλλές, οὐκ ἐρυθριῶσιν οἱ τάλανες; Εἰ δὲ ἦν ὅτι μὴ τέτοκεν ἐν ἀμείνοσι καὶ ἐν τοῖς πρεπωδεστέροις, τί πρὸς τὸ γεννᾶν ἐκάλει τὸ ἐν χείροσί που πάντως ἐσόμενον εἰ πείσαιτο τὸ γεννᾶν; Οὐκοῦν διημάρτηκε καὶ λογισμοῦ τοῦ πρέποντος, καὶ εἰσδέδεκται θελητῶς τὸ πεφυκὸς ἀδικεῖν, καὶ τοῦτο, τὴν αὐτοῦ δόξαν τε καὶ φύσιν, καὶ ξένη τις ὡς ἔοικεν ἀνέφυ γραφὴ κατὰ τῆς ἀρρήτου βουλῆς τοῦ Πατρός. Ἆρ' οὖν οὐχὶ παντὸς μὲν ἐμέτου ταυτὶ βδελυρώτερα, παντὸς δὲ εἰς λῆξιν ἥκοντα κακοῦ δυσσεβείας τε ὁμοῦ τῆς ἄγαν εἰς ὑπερβολὴν ἱγμένα; Β. Ναί. Α. Φέρε δὴ οὖν, ταυτὶ μεθέντες ὡς πορρωτάτω, πρὸς ἐκεῖνο ἴωμεν. Β. Τὸ ποῖόν τι φῄς; Α. Τὸ χρῆναί φημι τὴν ἁπασῶν ἀρίστην περὶ Θεοῦ δόξαν ταῖς ἰδίαις ἡμᾶς ἐγκατακλείειν ψυχαῖς, ἐννοοῦντας ὅτι τῆς τοῦ Υἱοῦ γεννήσεως προηγήσεται μὲν οὐδέν, οὔτε μὴν προανατελεῖ τοῦ γεγεννηκότος ἡ θέλησις τῆς τοῦ γεννηθέντος ὑπάρξεως, ἦν δὲ ἅμα Πατὴρ ὁ Θεὸς καὶ θελητὴς τοῦ εἶναι Πατήρ· ἔστι γὰρ οὐκ ἀνεθελήτως ὅ ἐστιν, οὐκ ἀναγκαίαν ὑπομένων ἔν γε τούτῳ τὴν θέλησιν, καθάπερ ἀμέλει καὶ εἰ νοοῖτο τυχὸν ἅγιός τε καὶ ἀγαθός. Ἅμα γὰρ καὶ οὐσιωδῶς ἅγιός τέ ἐστι καὶ ἀγαθός, καὶ θελητὴς τοῦ εἶναι ἅ ἐστι, καὶ οὐχ ἑτέρως ἔχειν ὑποτοπητέον ἐπὶ Θεοῦ. Ἅμα γάρ ἐστι Θεὸς καὶ ἅμα Πατήρ, οὐχ ὑστερίζουσαν ἔχων τοῦ εἶναι τὴν γέννησιν, ἀλλ' ὁμοῦ τὸ εἶναι Πατὴρ καὶ ὑφεστὼς καὶ νοούμενος. Τῷ γε μὴν ὧδε φύσεως ἔχοντι πάντως που δοτέον συνυφεστηκὸς ἀνάρχως τὸ γεννηθέν, τουτέστι τὸν Υἱόν. Β. Ἀλλ' εἰ βούλει, φασίν, ὧδέ πῃ καὶ τόδε ἐχέτω, καὶ νοείσθω συνυπάρχειν. Ἦν γὰρ ἀεὶ δυνάμει Πατὴρ ὁ Θεός, ψιλῇ δὴ οὖν ἄρα θεωρίᾳ ληπτὸς καὶ ἐν μόνῃ τοῦ εἶναι δοκήσει πρὸ τῆς γεννήσεως ὁ Υἱός, γεγέννηται δὲ μετὰ τοῦτο. Α. Οὐκοῦν, ἀληθὴς μὲν τέως καὶ ἐκ Πατρὸς ἀληθῶς