Ancient Greek
Page 458
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 458
Not analysed yet
ὁμολογείσθω λοιπὸν ἡ γέννησις. Ὁ γὰρ εἶναι πεφυκὼς δυνάμει τε καὶ ἐνεργείᾳ πατὴρ οὐ θέλησιν ἔχει τὸ ἐπ' ἀμφοῖν βραβεύουσαν, φύσεως δὲ μᾶλλον ἕψεται νόμοις, οἷς ἂν νοοῖτο καὶ τὸ τεκεῖν. Ἀλλ' οὐδ' ἂν ὀθνείου του γένοιτο πατήρ, εἴπερ ἀεὶ τὸ γεννώμενον ὁμοφυὲς εἶναι τῷ γεννῶντι δεήσει. Ὅτι δὲ καὶ αὐτῷ τῷ Πατρὶ τὸν ἐκ τοῦ τετράφθαι δυσκλεᾶ προσάπτουσι μῶμον, καίτοι τῆς θείας λεγούσης Γραφῆς· «Παρ' ᾧ οὐκ ἔστι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα,» κἀντεῦθεν εἴσοιτο. Τί γὰρ δὴ τοῦτό ἐστι, ὦ τᾶν, ἢ τροπὴ καὶ παχεῖά τις ὥσπερ ἐξαλλαγή, τὸ ἐκ τοῦ δυνάμει φημὶ μεταχωρεῖν εἰς ἐνέργειαν; Τὸ μὲν γὰρ εἶναί τι δυνάμει τῇ κατὰ φύσιν ὑπειλημμένον, μὴ μὴν ἤδη τοῦτο καὶ ἐνεργείᾳ δεχθέν, ἕστηκεν ἐν τῇ δυνάμει τέως, εἰσδεδεγμένον μὲν οὔπω τὴν εἰς ἐνέργειαν κίνησιν, ἐμφιλοχωροῦν δὲ ἔτι τῷ ἐν ἀρχαῖς τε καὶ πρώτῳ. Εἰ δὲ εἰσδέξαιτο τυχὸν τὴν εἰς ἐνέργειαν κίνησιν, μεταφοιτήσειεν ἂν εἰκότως ἐφ' ἕτερον, οἶμαι, τι παρ' ὅπερ ἦν ἐν ἀρχαῖς, εἴπερ οὐχ ἕνα καὶ τὸν αὐτὸν ἀπονέμουσι τόπον τῷ τε κατὰ δύναμιν καὶ τῷ κατ' ἐνέργειαν. Β. Οὐκ οἶμαι. Α. Εἰ μὲν οὖν εἶναί φασι τὸ διϊστῶν οὐδέν, ἀλλ' οἴσουσί τε ὁμόσε καὶ εἰς ἕνα καὶ τὸν αὐτὸν ἐγκαθιδρύσαιντο τόπον, ἐνεργείᾳ Πατὴρ καὶ ἀνάρχως ἦν ὁ Θεός. Ἀπείρξει γὰρ ἔτι τοῦτο λέγειν οὐδέν, εἰς ταὐτὸν ἡμῖν ἠγμένοιν τοῦ τε κατὰ δύναμιν καὶ τοῦ κατ' ἐνέργειαν. Εἰ δὲ ἥκιστα μὲν ὡδί, διεστήξει γε μὴν ἀλλήλοιν καὶ οὐ μετρίᾳ διαφορᾷ, πῶς οὐ παρήλλακται τὰ Θεοῦ, στάσιν μὲν οὐκέτι τὴν ἐν τῷ κατὰ δύναμιν ἀποσῴζοντα, πεπονθότα δὲ ὥσπερ τὴν εἰς ἐνέργειαν κίνησιν; Β. Ἔφης μὲν εἰκότα, πλὴν οἶμαί που κἀκεῖνο εἰς νοῦν τοῖς δι' ἐναντίας ἐλθεῖν καὶ μὴν καὶ ἑλέσθαι λέγειν· Ἆρ' οὖν, ἐπειδήπερ ἀεὶ μὲν ἔστι κατὰ φύσιν καὶ ἀνάρχως δημιουργὸς ὁ Πατήρ, εἴργασταί γε μὴν οὐκ ἀχρόνως τὰ πεποιημένα; Οὐ γὰρ συναΐδιον ἔχει τὴν κτίσιν, ἀλλ' ἐν καιρῷ παρεκόμισεν ἐξ οὐκ ὄντων αὐτήν· κεκινῆσθαι δώσομεν καὶ «τροπῆς ἀποσκίασμα» παθεῖν τὴν ἄτρεπτον αὐτοῦ φύσιν; Εἶτα τίς ὁ φάναι τοῦτο τολμῶν; Οὐκοῦν εἰ προήκοι, φησί, καὶ ἐπὶ τὸ λέγεσθαι γεννᾶν ἐκ τοῦ κατὰ δύναμιν εἰς ἐνέργειαν, οὐ τροπὴ τὸ χρῆμα καὶ κίνησις εἰς μεταβολήν, ἀλλὰ φύσεως μᾶλλον ἐπιτηδειότης ἐχούσης ὧδε περὶ τὴν γέννησιν. Α. Ὡς εὔκολός σοι πρὸς ἐλαφρίαν ὁ νοῦς, εἴπερ τι τῶν ἀναγκαίων ἐντεθυμῆσθαι δοκεῖς τοὺς διεστραμμένους.