Ancient Greek
Page 463
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 463
Not analysed yet
Β. Ναὶ καὶ αὐτὸν φαῖεν ἂν ἴσως ὡς Θεός τε εἴη καὶ ἐκ Θεοῦ, πλὴν ἑτεροίως καὶ παρηλλαγμένως. Α. Οὐκοῦν, τὸ μὲν ἑτεροίως ὅ τί ποτ' ἐστὶ συνίημι μὲν οὐ σφόδρα ἐγώ, φράσαις δ' ἂν ἴσως αὐτός, εἴπερ οἶσθά που. Διαπεπύσθαι γὰρ δή σε καὶ μάλα εἰκός. Β. Ἐπυθόμην. Θεὸν μὲν γὰρ εἶναί φασιν ἀληθινὸν τὸν Πατέρα, τὸν δέ γε Υἱὸν οὐχ ὧδε ἔχειν, καὶ εἰ καλοῖτο Θεός, εἶναι δὲ καὶ ἐκ Θεοῦ. Καὶ γάρ τοί φασι· Καὶ τὰ πάντα ἐκ Θεοῦ. Α. Καὶ μὴν τοῦτό γέ ἐστιν ἀπημφιασμένως ἀνακεκράγειν ὡς οὔτε Θεός ἐστιν ὁ Υἱός, ἀλλὰ καὶ ἐν ἴσῳ τοῖς ἄλλοις ἐκ Θεοῦ, κατὰ τρόπον δὲ δηλονότι τὸν τῆς δημιουργίας, παρῆκται δὴ οὖν εἰς γένεσιν καὶ παρακεκόμισται πρὸς τὸ εἶναι μὴ ὤν, καὶ κτίσει λοιπὸν ὡς ἀδελφῇ συντετάξεται. Κατασκιασμάτων γὰρ ἤδη τῶν ἐκ πανούργου τέχνης ἀπαμφιάσαι τὸν λόγον ἄριστον οἶμαί που καὶ σοφόν, ῥηματίοις δὲ τοῖς κεκομψευμένοις καταχρυσοῦν οὐκ ἐᾶν τὴν τοῦ Υἱοῦ φύσιν τοὺς δι' ἐναντίας, οὐδὲν ἀληθὲς ἐπ' αὐτῷ δοξάζοντας, διαρρήδην δὲ μᾶλλον ἀναπείθειν εἰπεῖν ὅπερ εἶναι πιστεύουσιν. Ἅπας γὰρ οἶμαί που τῆς ἐκείνων ἠλιθιότητος κατορχήσεται λόγος. Καὶ ὅτι μὲν τὸ ἐκ Θεοῦ πεφηνέναι τὸν Υἱὸν οὐχ ἕτερόν τι δηλοῦν ὑπολάβοι τις ἄν, εἴ γε νοῦν ἔχοι τὸν ἀπαράφθορον, ἢ ὅτι γεγέννηται καὶ ὡς αὐτῆς ἐξέφυ τῆς οὐσίας τοῦ Πατρός, ὁ γείτων ἡμῶν καὶ πεπερασμένος ἀρτίως παρέδειξε λόγος. Ἁτέρῳ γε μὴν τὸν ἐμβασανίζειν εἰδότα καταθῆξαι νοῦν, οἰήσομαι δεῖν. Β. Ὡς ἥδιστά γε δρῴης ἂν ἐπὶ τοῦτο παρορμώμενος. Ὃ δὲ δὴ δεῖν ἐγνώκασι τοῖς παρ' ἡμῶν ἀντεξάγειν λόγοις ἐκεῖνό ἐστιν. Εἷς γὰρ ὠνόμασται, φασί, Θεὸς ἀληθινός, ὁ Πατήρ, ἔν γε τοῖς Ἀρχαιοτέροις καὶ τοῖς Νέοις Γράμμασιν. Ἔφη μὲν γὰρ ὁ Μωσῆς· «Ἄκουε, Ἰσραήλ, Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι.» Καὶ μὴν καὶ ἐν ᾠδαῖς αὐτὸν εἰσκεκόμικεν ἀνακεκραγότα τὸν Θεόν· «Ἴδετε, ἴδετε ὅτι ἐγώ εἰμι καὶ οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ.» Καὶ πάλιν· «Ἐγὼ Θεὸς πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ.» Καὶ μὴν καὶ αὐτὸς ὁ Υἱός φησι πρὸς τὸν ἑαυτοῦ Πατέρα· «Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν.» Παραθεῖεν δ' ἂν ἀμογητὶ συμφέροντες μύρια μὲν ὅσα τοιαῦτα, νεανικώτερον δὲ τοῖς σφῶν αὐτῶν ἐπαγωνιοῦνται λόγοις, καὶ μὴν καὶ ἐλπίδος αὐτοῖς οὐ μακρὰν οἰχήσεται τὸ συμφρονεῖν ἑλέσθαι τινὰς ὡς εἴη μὲν εἷς τε καὶ μόνος ἀληθῶς καὶ φύσει Θεὸς ὁ Πατήρ, ἕτερος δὲ πρὸς αὐτῷ τὸ σύμπαν οὐδείς.