Ancient Greek
Page 464
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 464
Not analysed yet
Α. Κενὰ δὲ ἱδροῦν, εἰπέ μοι, τί τὸ ἀναπεῖθον αὐτούς; Οὐ γὰρ, ὦ 'γαθέ, δεηθείημεν ἂν οὐδενὸς ἔν γε τούτῳ πόνου, συνθεόντων ἑτοιμότατα καὶ ἡμῶν αὐτῶν, ἕνα τε καὶ φύσει καὶ ἀληθινὸν εἰσδεδεγμένων ἐν πίστει Θεὸν τὸν Πατέρα. Πῶς γὰρ ἢ πόθεν ἐνδοιάσαι τις ἄν; Εἰ δὲ δὴ καὶ φαῖεν ὅτι Θεὸς ἕτερος ἐπ' αὐτῷ τὸ σύμπαν οὐδείς, ἥκιστά γε τουτὶ τῇ τοῦ Υἱοῦ διαλυμανεῖται φύσει. Ἔξω γὰρ πάντων καὶ οὐκ ἔν γε τοῖς πᾶσίν ἐστι, τῷ ἰδίῳ Πατρὶ συνυφεστηκὼς καὶ συναναλάμπων ἀεί, καὶ ἐν τῇ μιᾷ τῆς θεότητος φύσει τῷ τεκόντι συννοούμενος. Εἷς τοιγαροῦν ὁ Θεός, καὶ οὗτος ὁ ἀληθινός. Ἐκλελυτρώμεθα γὰρ ἐκ πολυθεΐας, καὶ τὴν ἐπὶ τούτῳ κηλίδα διανιψάμενοι, ὀψὲ μὲν καὶ μόλις, τὸν δ' οὖν ἕνα καὶ ἀληθῶς Δεσπότην ἐγνώκαμεν. Ταυτὶ δὲ μεθέντες εἰς τὸ παρόν, ἐπ' ἐκεῖνο ἴωμεν· ὧδε γὰρ δή σοι χρῆναι δοκεῖ. Β. Τὸ ποῖόν τι φῄς; Α. Μόνον ἔφη Θεὸν ἀληθινὸν ὁ Υἱὸς τὸν Πατέρα. Β. Ἔφη γάρ. Α. Καὶ μὴν ὅτι Θεὸς ἕτερος παρ' αὐτὸν οὐδεὶς τὸ ἀρχαῖον ἡμῖν ἀνεφώνει λόγιον. Β. Ἀληθές. Α. Ἰτέον δὴ οὖν, ὦ φιλότης, καὶ ἡμῖν οὐτοῖς ἐπὶ τὸ Γράμμα τὸ ἱερόν, καὶ τοὺς τῶν ἁγίων πολυπραγμονοῦντες λόγους, φέρε δή, φέρε καταθρήσωμεν εἰ δή πή τις ἄρα μόνον ἔφη Θεὸν τὸν Υἱόν, ἐπωνόμασε δὲ καὶ ἀληθινόν. Β. Εὖ λέγεις. Α. Οὐκοῦν αὐτίκα δὴ μάλα παρέσται μὲν ἡμῖν ὁ σοφὸς Ἰωάννης, ὁ καὶ βροντῆς υἱὸς κατωνομασμένος, διαρρήδην ἀνακεκραγώς· «Καὶ οἴδαμεν, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ δέδωκεν ἡμῖν διάνοιαν ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεόν, καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ἡ ζωὴ ἡ αἰώνιος.» Συνεισδραμεῖται δὲ αὖ καὶ ὁ μέγας ἡμῖν Βαροὺχ καὶ σαφῆ ποιήσεται τὴν ἀνάρρησιν τῆς τοῦ Υἱοῦ φύσεώς τε καὶ δόξης, ὡδὶ καὶ αὐτὸς ἀναβοῶν, μονονουχὶ δὲ καὶ δακτύλῳ καταδεικνύς· «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Μετὰ δὲ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Καὶ μὴν ἔχοιμ' ἂν εἰπεῖν ὡς ἕνα μὲν Κύριον Ἰησοῦν Χριστὸν ὁ ἱερὸς ἡμῖν ἔφη Παῦλος. Ψάλλει δὲ καὶ ὁ Δαβὶδ ἐν Πνεύματι ὅτι «Τίς Θεὸς πλὴν τοῦ Κυρίου; καὶ τίς Θεὸς πλὴν τοῦ Θεοῦ ἡμῶν;» . Ἆρ' οὖν οὐχὶ σαφέστατά γε καὶ ἐναργέστατα διὰ τῆς τῶν θεολόγων