Ancient Greek
Page 468
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 468
Not analysed yet
τῆς ἀληθοῦς θεότητος τοῦ Υἱοῦ, θεία μὲν οὐκ ἔτι, κατ' αὐτὸν δὲ πάντως, καὶ ἡ τῆς πληρώσεως δύναμις. Ἐνηργήμεθα δὴ οὖν εἰς πλήρωσιν, διττῶς τε καὶ ἀνομοίως. Καὶ εἰ μὲν ἀποχρήσειν ἔμελλε τοῖς ἐνεργουμένοις εἰς σωτηρίαν ἡ πλήρωσις τοῦ Πατρός, θεία τις οὖσα καὶ τῆς ἑτέρας ἀμείνων, τί καὶ ὅλως ἐνήργηκεν εἰς ἡμᾶς ὁ Υἱός, καίτοι τὴν χείρω προστιθείς, εἴπερ οὐχ οὕτως ἐνεργήσειεν ἂν καθὰ καὶ ὁ φύσει Θεός; Εἰ δὲ δὴ χρήσιμόν τε καὶ ἀναγκαῖον εἰς σωτηρίαν ἐφόδιον τὴν δι' Υἱοῦ πλήρωσιν πεπλουτήκαμεν, περιέσται δή που νοεῖν τε καὶ λέγειν ὅτι τοῦ χείρονος ἐδεήθη τὸ ὑπερτεροῦν, καὶ τὸ ἐλλελοιπὸς τῷ προὔχοντι προσετίθει τὸ ἔλαττον, εἴπερ ἡμᾶς οὐκ εἰσάπαν ἐξήρκεσεν ἂν ἡ τοῦ Θεοῦ καὶ Πατρὸς διασῶσαι πλήρωσις. Ἀλλ' εἶναί φημι τῆς ἐσχάτης ἀποπληξίας αἰτίαμα καὶ γραφὴν τὸ ἀμωμήτως ἔχειν οἴεσθαί τε καὶ φάναι ταυτί. Οὐκοῦν, διερρίφθω μὲν ὡς ἀπωτάτω τὸ ὧδε ληρεῖν. Διακεισόμεθα δὲ καὶ πιστεύσομεν μίαν εἶναι τὴν εἰς ἡμᾶς δι' ἀμφοῖν ἐνέργειάν τε καὶ πλήρωσιν. Μία γὰρ ἡ φύσις. Φύσεις γὰρ ἀλλήλαις εἰς διαφορὰν ἱγμέναι τὴν καθ' ἑτερότητα νοουμένην, καὶ εἰς ὀθνειότητα τὴν εἰσάπαν ἐκπεφορημέναι, τὸ ταὐτοειδὲς κατ' ἐνέργειαν καὶ ἀπαραλλάκτως ἴσον οὐκ ἂν ἔχοιεν τὴν ἐπί τισι τῶν ὄντων, ἀλλ' ἔνθαπερ ἂν ὁ τοῦ πῶς εἶναί τισιν ἑτεροφανὴς εἴη λόγος ἕψεταί που πάντως ἐκεῖ καὶ τὸ κατ' ἐνέργειαν οὐχ ὁμοίως ἔχειν. Β. Ἀληθές· πλὴν ὡς ἥδιστα ἄν σου διαπυθοίμην τὸ ὅπως ἂν ἐν ἡμῖν ἥ τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ πλήρωσις νοοῖτό τε καὶ πράττοιτο μία τις οὖσα καὶ οὐ διάφορος. Α. Καὶ μὴν οὐδ' ὁπωστιοῦν ἔν γε δὴ τούτῳ τὸ χαλεπὸν ἢ δυσέφικτον. Πῶς γὰρ ἂν ἑτέρως ἢ διὰ τοῦ ἁγίου Πνεύματος, θείων ἡμᾶς χαρισμάτων ἀναπιμπλάντος δι' ἑαυτοῦ καὶ τῆς ἀρρήτου φύσεως κοινωνοὺς ἀποφαίνοντος; Ὧδε γάρ πού φησι τοῦ Σωτῆρος ὁ μαθητής· «Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν ἡμῖν ἐστιν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ ἔδωκεν ἡμῖν.» Β. Δι' ἑνὸς οὖν τοῦ ἁγίου Πνεύματος ἡ παρ' ἀμφοῖν ἐνεργεῖται πλήρωσις, οὐ μεμερισμένως; Α. Πάνυ μὲν οὖν, ὦ Ἑρμεῖα· τὸ δὲ δὴ χρῆναι φιλοπευστεῖν ἀναπεῖθον καὶ ἀναμανθάνειν ἐπείγεσθαί σε, τὸ ὅπως ἂν γένοιτο δι' ἑνὸς τοῦ Πνεύματος ἡ παρ' ἀμφοῖν ἐνέργεια, τελοῦσα πρὸς πλήρωσιν, ἐκεῖνο, οἶμαι, ἔστιν. Β. Οἴει δὲ δὴ τί; Α. Διανοῇ γάρ που, κατὰ τὸ εἰκός, ὡς εἴπερ ἀλλήλοιν