Ancient Greek
Page 467
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 467
Not analysed yet
Νοηθείη δ' ἂν ὁ Πατὴρ οὐχ ἑτέρως ἢ δι' Υἱοῦ τε καὶ ἐν Υἱῷ, ἐπείπερ ἐστὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, τὴν ὅθεν ἐξέφυ διαστίλβων φύσιν ἐν ἰδίᾳ μορφῇ. Χρῆναι γὰρ οἶμαι καὶ καθ' ἡμᾶς εἰπεῖν· τοιγάρτοι καὶ ἐπ' ἀμφοῖν ὅπερ ἂν ὑπό του λέγοιτο τυχόν, χωρήσει δὴ πάντως καὶ ἀναμέρος ἐφ' ἑκατέρῳ, καὶ τὴν οὐδενὸς ἀδικήσει δόξαν. Β. Πῶς δὴ ἄρα καὶ τοῦτο φῄς; Α. Οὐ γὰρ ἐπαΐεις ἀνακεκραγότος, ὦ τᾶν, τοῦ μακαρίου Παύλου περὶ τοῦ Θεοῦ καὶ Πατρός· «Ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν;» Β. Ἀλλὰ τί μήν; Α. Ἴθι δὴ οὖν, καὶ ἄθρει τὸ ἰσοστατοῦν εἰς δόξαν ἀπονέμοντα τῷ Υἱῷ, καὶ τὴν τοῦ Μονογενοῦς καταχρυσοῦντα φύσιν, οἷς ἂν καὶ αὐτὸς ὁ Πατὴρ εὖ μάλα κατασεμνύνοιτο. Ἔφη γάρ που περὶ αὐτοῦ· «Τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου.» Β. Ἔφη γάρ. Α. Οὐκοῦν ἀπορήσειεν ἄν, οἶμαί που, πᾶς τισοῦν, ὧδέ πη διενθυμούμενος τὸ ὅπως ἂν ἔχοι τὸ χρῆμα. Ἀναπιμπλάντος γὰρ ἡμῖν τὰ πάντα τοῦ Θεοῦ καὶ Πατρὸς καὶ ἐν πᾶσιν ὄντος τε καὶ νοουμένου θεοπρεπῶς, ὅποιπερ ἂν ἔτι χωρήσειεν ἡ δι' Υἱοῦ πλήρωσις κατιδεῖν οὐκ ἔχω. Ἆρ' οὖν ἀνάγκη περινοεῖν ὡς, εἰ μή ἐστιν ἐν ἀμφοῖν οὐσιωδῶς ἑκάτερος, περιττή τις, ὡς ἔοικεν, ἡ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἀναφανεῖται πλήρωσις, ἀποχρώσης εὖ μάλα πρὸς τοῦτο ἡμῖν τῆς δι' Υἱοῦ, ἤγουν ἐπεισφέρεται τοῖς οὖσιν εἰκῆ καὶ οὐκ ἔτι καθηκόντως ἡ δι' Υἱοῦ πλήρωσις, διαρκέστατά τε καὶ οὐκ ἀνικάνως ἔχοντος τοῦ Πατρὸς εἰς τὸ πληρῶσαι τὰ πάντα. Τίνος δ' ἂν ἔτι καὶ δεδεῆσθαι τὰ πάντα καταδείξαι τις ἄν, τὴν πλήρωσιν ἔχοντα τὴν παρὰ Πατρός; Ἆρ' οὖν, ὦ ἑταῖρε, περιττὸς εἰς λόγους ἀναφανεῖται λοιπὸν καὶ ἐρραψῴδηκε μάτην ὁ σοφὸς Ἰωάννης, ἁγίων τε πέρι καὶ τοῦ Υἱοῦ λέγων· «Ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν;» Τίνος γὰρ ἔτι δεδεημένοι τὰ ἐκ τοῦ πληρώματος δέχονται τοῦ Υἱοῦ, καίτοι τοῦ Θεοῦ καὶ Πατρὸς ἀποχρώντως ἔχοντος ἔν γε τοῖς καθ' ἑαυτὸν εἰς τὸ καταστῆσαι τὴν κτίσιν, τῶν παρ' ἑτέρου τινὸς ἀνεπιδεᾶ; Β. Ὀρθότατα ἔφης. Α, Εἰ δὲ δὴ καὶ αὐτὴν ἥτις ποτέ ἐστι τὴν δι' ἑκατέρου πλήρωσιν πολυπραγμονεῖν ἐθέλομεν, ἆρ' οὐκ ἂν γένοιτο παντί τῳ σαφὲς ὡς εἴπερ ἀμφοῖν ὁ τῆς οὐσίας διῴκισται λόγος εἰς τὸ ἑτεροίως ἔχειν, ὡς ἂν ἑκάτερος ἔχοι φύσεως οὕτω τὴν εἰς ἡμᾶς ἐνεργήσει πλήρωσιν; Β. Ἀναγκαίως. Α. Καὶ εἴπερ ἐστὶ Θεὸς μὲν ἀληθινὸς ὁ Πατήρ, θεία τις ἔσται πάντως που καὶ ἡ ἐνέργεια, διεκπίπτοντός γε μὴν