Ancient Greek
Page 471
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 471
Not analysed yet
τῆς ἁπάντων καρδίας ἐπιφωνείτω τίς ἤδη τῷ Υἱῷ, μᾶλλον δὲ τί γὰρ ὅλως καὶ συνειβάλλειν ἐπαγγέλλεται τὴν ἀρχήν, εἴπερ οὐδεὶς ἔσται συνεισβαλών, Θεοῦ κατὰ φύσιν ὄντος τοῦ Πατρὸς καὶ ἀποχρώντως εὖ μάλα τὸν ἐν ᾧπερ ἂν γένοιτο πληροῦντος ναόν; Οὐκοῦν—ἀνακυκλήσω γὰρ αὖθις τὸν ἐπὶ τῷδε λόγον—, οὔτε Θεὸς ἐν ἡμῖν διὰ τοῦ Πνεύματος· ἐνεργήσει γὰρ οὐδαμῶς τῆς θείας φύσεως ἐν ἡμῖν τὴν μέθεξιν, τὸ μὴ ἐξ αὐτῆς κατ' ἐκείνους· περιττὸς δέ, ὡς ἔοικε, τῷ ἰδίῳ Πατρὶ συνειστρέχων ὁ Υἱός, καὶ οὐδὲν ἔτι τὸ ἀπεῖργον εἰπεῖν ἁμαρτοεπῆ τε καὶ εἰκαιόμυθον τὸν μακάριον Παῦλον, γεγραφότα σαφῶς ὅτι Χριστὸς ἐν ἡμῖν ὡς Θεὸς διὰ τοῦ Πνεύματος, καλοῦντος δι' ἑαυτοῦ πρὸς μέθεξιν τῆς κατὰ φύσιν τε καὶ ἀληθοῦς θεότητος. Β. Λῆρός που ταυτὶ καὶ δυσσεβείας εἰς ἄκρον ἥκοντες λόγοι. Α. Διακεισόμεθα τοίνυν, μία μὲν ὅτι θεότητος φύσις, ᾗ καὶ τὸ εἶναι κατὰ ἀλήθειαν τοῦθ' ὅπερ ἐστὶ καὶ λέγεται πάντη τε καὶ πάντως ἕποιτο ἄν, ἔκφυλός γε μὴν οὐκ ἔτι κατ' ἐκείνους ὁ Υἱὸς τῷ Πατρί, ἀλλ' ὡς ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ Θεὸς ὑπάρχων ἀληθινός, συντετάξεται τῷ γεγεννηκότι πρὸς ταὐτότητα φυσικήν. Ὧδε γὰρ ἐν ἡμῖν δύο μὲν οὐκ ἔτι θεοὶ νοηθεῖεν ἄν, εἷς δὲ καὶ μόνος ἐν ἁγίᾳ Τριάδι προσκυνούμενος. Οἴει τι χρῆναι τούτοις ἐπιτιμᾶν ἢ ὡς οὐκ ἂν εὖ ἔχοι πειρᾶσθαι λέγειν; Β. Οὐδαμῶς. Α. Ἄθρει δὴ οὖν, εἰ δοκεῖ, καὶ αὐτόν, ὦ φιλότης, Μωσέα τὸν ἱερώτατον τῇ ἁπλῇ τε καὶ ἀσυνθέτῳ τοῦ Θεοῦ φύσει τὸν ἐοικότα προσώπῳ τῷ μὴ ἁπλῷ προσάπτοντα λόγον. Ἔνεστι γὰρ δὴ κἀντεῦθεν ἀμογητὶ διασκοπουμένοις ἰδεῖν τὸ ἐν μιᾷ τῇ θεότητι τριπλοῦν καθ' ὑπόστασιν. Β. Καὶ μὴν ὅτι ποτέ ἐστιν ὃ φῂς ἐθέλοιμ' ἂν ἐπαΐειν ἔτι. Φράζε δὴ οὖν μοι σαφέστερον. Α. Ἦ γὰρ οὐχὶ τὸ πρῶτον ἡμῖν τῆς ἑαυτοῦ συγγραφῆς συντιθεὶς βιβλίον, γενεσιουργὸν μὲν καὶ τεχνίτην τῶν ὅλων ἀναγράφει τὸν Θεόν; Ἔφη δὲ εἰπεῖν ἐπὶ μόνῃ τῇ τοῦ ἀνθρώπου κατασκευῇ, καίτοι τὴν τῶν ἄλλων ἁπάντων ἀποσχεδιάσαντα γένεσιν· «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν.» Καί τι διὰ μέσου προσρίψας βραχύ· «Καὶ ἐποίησεν, ἔφη, τὸν ἄνθρωπον ὁ Θεός, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν.» Β. Μανθάνω. Α. Πύργον δὲ ἀναδείμασθαι τὸν οὐρανομήκη προτεθυμημένων τινῶν ἐξ ἀποπληξίας ποτέ, «Δεῦτε,» φησὶν ὁ τῶν ὅλων Θεός, «καὶ καταβάντες συγχέωμεν αὐτῶν ἐκεῖ τὰς γλώσσας.»