Ancient Greek
Page 472
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 472
Not analysed yet
Τίς δὴ οὖν ὁ λέγων καὶ τίσιν ἄρα τὸ «Δεῦτε, καὶ καταβάντες συγχέωμεν;» Οὐ γὰρ δὴ φαῖεν ἄν, οἶμαί που, τινὲς τῆς τῶν ἁγίων ἀγγέλων δεδεῆσθαι χειρός, ἢ γοῦν ὅλως τῆς παρά του τῶν ὄντων συμπνοίας καὶ συνδρομῆς εἰς τὸ κατισχῦσαι τὸν Θεὸν διαπερᾶναι τὸ δοκοῦν. Παναλκὲς γάρ που τὸ Θεῖόν ἐστι πρὸς πᾶν ὁτιοῦν, καὶ καταπλουτοῦν ἐν ἑαυτῷ τὸ ὅπερ ἂν βούλοιτο κατορθοῦν εὐκόλως, καὶ αὐτὸ τῶν ὄντων ἐστὶν ἡ πᾶσα δύναμις. Ὥσπερ γὰρ εἶναί φαμεν σοφίαν αὐτὸ καὶ ζωήν, καὶ οὐκ ἄν τι δύναιτο διαζῆν ἢ γοῦν τῶν σοφίας μετασχεῖν ἀγαθῶν μὴ οὐχὶ παρ' αὐτοῦ καθάπερ ἀπὸ πηγῆς ἀναβρύουσαν ἔχον τὴν χορηγίαν, κατὰ τὸν αὐτόν, οἶμαι, τρόπον, οὐκ ἂν ἕλοι τι τῶν ὄντων ἰσχὺν οὐδ' ἂν εἰς τὸ δύνασθαί τι κατορθοῦν προήκοι ποτὲ μὴ οὐχὶ παρὰ τῆς τῶν ὅλων ἰσχύος εἰς τοῦτο ἠγμένον. Ἐξέσται δὴ οὖν ἀδιαβλήτως εἰπεῖν ὡς οὐκ ἂν ἀγγέλοις ἢ γοῦν ἑτέραις τισὶ δυνάμεσι λογικαῖς τὸ «Δεῦτε, καὶ καταβάντες συγχέωμεν αὐτῶν τὰς γλώσσας» ἔφη Θεός, ἀλλ' οἱονεί πως ὡς ἐν ἁπλῇ κινήσει φύσεως μιᾶς ἑαυτὴν εἰς ἐνέργειαν τὴν ἐπί τισι διεδόνησέ πως ἡ ἁγία Τριάς, ἐπεί τοι καὶ μόνης δημιουργικῆς ἐξουσίας ἔργον ἦν καὶ γλώττης εὔρυθμον κίνημα μεταπλάσαι πρὸς τὸ δοκοῦν καὶ λόγου φύσιν τοῦ καθ' ἡμᾶς τε καὶ ἐν ἡμῖν ἐξ ἁπλῆς τῆς τότε φωνῆς εἰς πολυειδῆ καὶ πολυηχεστέραν ἁπλῶσαι διεκδρομήν, ὥστε καὶ ἀήθη τινὰ καὶ οὐ πάλαι διεγνωσμένην οἶμον ἐλθεῖν τὸν ἑκάστου τῶν διεστραμμένων παρασκευάσαι νοῦν. Ἵνα τοίνυν ἔχοιμεν ἐννοεῖν ὡς ἥκιστα μὲν ἀγγέλων, αὐτουργίας δὲ μᾶλλον κατόρθωμα θεϊκῆς τὸ δρώμενον ἦν, τὸ «Δεῦτέ» φησιν αὐτὴ πρὸς ἑαυτὴν ἡ ἁγία τε καὶ ὁμοούσιος Τριάς. Β. Ὀρθῶς ἔχει. Α. Πῶς δ' ἂν καὶ ὅλως τὴν ἀνθρώπου φύσιν διαμεμορφῶσθαι πρὸς Θεὸν οἰηθεῖεν ἄν; Τὴν τίνος ἐροῦσιν ἐνσεσημάνθαι τοῖς ἐπὶ γῆς εἰκόνα; Β. Τί γὰρ εἰ λέγοιεν τὴν τοῦ Θεοῦ καὶ Πατρός; Α. Ἀλλ' εἰ δὴ μόνον φαῖεν τοῦ Θεοῦ καὶ Πατρὸς πρὸς ἐσχάτην ἀθλιότητα κατοιχήσονται λογισμῶν. Β. Τίνα τρόπον; Α. Πρῶτον μὲν ὅτι τὸ «Ποιήσωμεν» καὶ μὴν καὶ τὸ «κατ' εἰκόνα τὴν ἡμετέραν» οὐχ ἑνὶ προσώπῳ, πρέποι δ' ἂν μᾶλλον τοῖς ὑπὲρ ἕνα καὶ δύο. Πρὸς δέ γε τούτῳ, φαμὲν ἐκεῖνο διενθυμούμενοι. Τὸ ἀναμορφούμενον, διαμαρτούσης αὐτῷ τῆς πρώτης ἰδέας καὶ λελωβημένης εἰς τὸ ἀκαλλές, ἆρ' οὐκ εἰς ἐκεῖνο καθηκόντως ὑπονοστήσειεν ἂν