Ancient Greek
Page 474
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 474
Not analysed yet
τὰ καθ' ἡμᾶς, ἀναφοίτησιν μὲν οὐδαμῶς τὴν εἰς τὸ ἄνω λαχόντα καὶ ἀναδρομὴν οὐκ ἔχοντα τὴν εἰς ὅπερ ἦν ἐν ἀρχαῖς, ἐκβεβιασμένα δέ πως ἐπὶ τὸ μεῖον ἢ πρὶν καὶ πολὺ νοσοῦντα τὸ ἀκαλλές. Εἴη δ' ἂν ἔτι καὶ ἀσυγκρίτως ὑπερκειμένη τὸν διὰ Χριστὸν καινισμὸν ἡ πρεσβυτέρα ποίησις, εἴπερ ἡμῖν ἐνετίθει μὲν ἐκείνη τὸ ἐν μορφῇ διαπρέπειν τῇ τοῦ μόνου τε καὶ ἀληθῶς Θεοῦ, ἡ δὲ πρὸς εἶδος ἡμᾶς ἀναζωγραφεῖ τὸ μὴ οὕτως ἔχον, μεταστοιχειοῦσα πρὸς τὸν Υἱόν. Τί δὴ οὖν ἄρα διὰ Χριστοῦ πεπλουτήκαμεν, καὶ αὐτήν, ὡς ἔοικεν, ἐκλελῃστευμένοι τὴν πρὸς Θεὸν ὁμοίωσιν καὶ εἰσάπαν ἤδη τὸ περιφανὲς τῆς φύσεως ἀποδυσάμενοι καύχημα, εἴπερ ἐστὶν ἡμῖν ἡ πᾶσα μακαριότης ἔν γε τῷ καθ' ὁμοίωσιν γενέσθαι Θεοῦ; Ἀλλ' ὕθλος, οἶμαι, καὶ γέλως ἤδη ταυτί, καὶ γραώδη μυθάρια. Ἀναστοιχειούμεθα γὰρ εἰς εἰκόνα τὴν πρώτην, ἀκριβεῖ σημάντρῳ κατασφραγιζόμενοι τῷ Υἱῷ πρὸς τὸ τῇδε ἔχειν, ὅς ἐστι καὶ χαρακτὴρ καὶ ὁμοίωσις τοῦ Πατρὸς καὶ οὐχ ἕτερος παρ' αὐτόν, κατά γε τὸ ἐν οὐσίᾳ ταὐτόν. Β. Ἀκριβέστατα ἔφης. Α. Θέα γὰρ δὴ πρὸς ὅσην αὐτοῖς ἀτοπίαν ἐξολισθήσειεν ἂν ὁ λόγος, ἐπιτιμᾶν ἐγνωκόσι τοῖς τῇδε δοξάζουσι καὶ φρονεῖν ἑλομένοις. Θεὸς γὰρ εἴπερ ἐστὶ μόνος τε καὶ ἀληθινὸς ὁ Πατήρ—ὧδέ τε ἔχειν ἐξ ἀποπληξίας ἐροῦσιν—, ἐξωσθείη ἄν, οἶμαί που, καθάπερ ἐξ ἀναγκαίου λόγου τοῦ κατὰ ἀλήθειαν εἶναι Θεὸς ὁ Υἱός. Β. Ἀνάγκη. Α. Ἀλλ' ἔσται που πάντως ἐν μείοσιν ἢ ἐν οἷς ὁ Πατήρ, ἐπεί τοι τὸ πάντων ἐπέκεινα Θεὸς ὁ φύσει καὶ ἀληθῶς. Β. Ἔσται γὰρ οὖν· ἀποφέρει γάρ πως εἰς τοῦτο λοιπὸν ὁ λόγος. Α. Ἄθρει δὴ οὖν ὅτι κινδυνεύομεν, ὦ Ἑρμεία, κατά γε τὸ ἐκείνοις ἀσυνέτως δοκοῦν, καίτοι μειονεκτούμενον τὸν Υἱόν, ἀμείνω πως ἤδη καὶ προὔχοντα καὶ αὐτοῦ καταλογίζεσθαι τοῦ Θεοῦ καὶ Πατρός, εἰ ταῖς τῶν ἁγίων φωναῖς ἀμελλητὶ καταπείθεσθαι διαλογιζόμεθα δεῖν. Β. Καὶ μὴν τὸ χρῆμά ἐστιν οὐκ ἀμφίλογον. Α. Πεύσῃ δὴ οὖν ἀνακεκραγότος ὡδὶ τοῦ θεσπεσίου Παύλου ὡς γένοιτο μὲν «κατὰ νόμον Φαρισαῖος, κατὰ ζῆλον διώκων τὴν Ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος, ἀλλ' ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ Χριστὸν ζημίαν. Ἀλλὰ μὲν οὖν γε καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.» Β. Ἔφη γὰρ οὖν, ἀλλὰ τί ἂν βούλοιτο τουτί;