Ancient Greek
Page 473
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 473
Not analysed yet
πρὸς ὅπερ ἦν ἐν ἀρχαῖς, καὶ τὸ ἐκ τοῦ πεπηρῶσθαι βλάβος ἀποπεμψάμενον, ἐπὶ τὴν ἀλώβητον τῆς φύσεως ὄψιν ἀναθρώσκει πάλιν; Β. Πῶς δὴ φῄς; Α. Πεύσῃ τοι καὶ μάλα σαφῶς· φράσω γὰρ ὡς ἔνι. Εἴ τις τῶν ἄριστα καὶ τελείως ἐξησκηκότων ἐπιστήμην, φέρε εἰπεῖν τὴν χαλκουργικήν, ἀνδριάντα διατεχνήσαιτο, μορφὴν ἐγχαράξας τὴν ἰδίαν αὐτῷ, ὁ δὲ τῆς ἕδρας ὑπό του τῶν διεφθονηκότων ἐκμεμοχλευμένος, πεσών τε καταδουπήσειε, καταπηρωθείη τε οὕτω καὶ μεταθεῖτο πρὸς τὸ ἀκαλλές· εἶτα τὸ χρῆμα οὐ φορητὸν εἰ ποιοῖτο τυχὸν ὁ τοῦδε τεχνίτης, βούλοιτό τε τὸν τοῦ κατασιναμένου κατατῆξαι φθόνον, ἀγριωτέρᾳ φλογί, καὶ δὴ μεταπλάττοι πρὸς εἶδος αὖθις τὸ ἐν ἀρχαῖς τὸ τέχνημα, τὰ ἐκ τοῦ πεπηρῶσθαι βλάβη περιελών· ἆρα ἄν σοι δόξαι φρονεῖν ὀρθῶς εἰ, τὸ οἰκεῖον εἶδος ἀφείς, ἀτεχνῶς αὐτὸ πρὸς τὴν ἑτέρου του μεταστοιχειώσαι μορφήν; Β. Οὐ πάνυ. Α. Ἐντιθείς γε μὴν τὸ εἶδος αὐτῷ τὸ ἐν ἀρχαῖς, ἀνεμόρφωσέ τε κατὰ ἀλήθειαν καὶ τὴν ἰδίαν αὐτῷ πάλιν ἐνεχάραξεν εἰκόνα; Β. Καὶ μάλα. Α. Ὧδε τοιγαροῦν ἔχοντος ἡμῖν τοῦ τοιοῦδε λόγου, τί δὴ ἄρα πεπραχέναι δώσομεν τὸν Πατέρα καὶ Θεὸν ἐς γεγονότα τὸν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν αὐτοί τε καὶ μόνου—τοῦτο γάρ που φῂς ἐννενοηκέναι τοῦ δι' ἐναντίας—ἐπείπερ ἠθέλησεν ἀναμορφοῦν διωλισθηκότα καὶ λελωβημένον, οὐχὶ δὴ μᾶλλον εἰς εἶδος αὐτὸν κεκαινούργηκε τὸ ἐν ἀρχαῖς, τουτέστιν, εἰς ὁμοίωσιν τὴν πρὸς ἑαυτόν, ἐνετίθει δὲ μᾶλλον αὐτῷ μορφήν τε καὶ εἶδος ἕτερον, εἴπερ οὖν ἕτερος παρ' αὐτὸν φυσικῶς ὁ Υἱός, πρὸς ὃν μεμορφώμεθα; Γράφει γὰρ ὧδέ τισιν ὁ σοφώτατος Παῦλος· «Τεκνία, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Καὶ πάλιν· «Οὓς γὰρ προέγνω, καὶ προώρισε, (δῆλον δὲ δή που πάλιν ὅτι ὁ Θεός) συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, τούτους καὶ ἐκάλεσεν.» Ἀναμορφοῖ γὰρ ἡμᾶς διὰ τοῦ Πνεύματος εἰς ἰδίαν εἰκόνα Χριστὸς καὶ τῆς ἑαυτοῦ φύσεως ταῖς τῶν εὐσεβούντων ψυχαῖς νοητῶς τε καὶ ἀπορρήτως τὸ κάλλος ἐνσημαίνεται. Μεμορφώμεθα δὴ οὖν, οἶμαί που, πρὸς Θεὸν μὲν οὐκέτι τὸν ἀληθινόν, εἶδος δὲ ἡμῖν ἐμπρέπει τὸ κτίσματος. Τόδε δὴ καὶ πάλαι διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς ὑμνούμενον· «Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου,» οἴχοιτο ἂν ἤδη πρὸς τὸ μηδέν, εἰκαῖον ὡς ἔοικεν ἀναδεδειγμένον. Ἀνακαινισμὸς γὰρ οὔ τί που, κατὰ τὰς Γραφάς, καινουργία δὲ μᾶλλον