Ancient Greek
Page 478
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 478
Not analysed yet
Ἐκπεπεράνθαι δὲ τοῦτο καὶ μάλα σαφῶς ἐφ' ἑαυτῷ καὶ αὐτὸς ἡμῖν ἀφικνεῖται λέγων ὁ Υἱός· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου.» Ὁ δὲ τῆς ἑτέρου θελήσεως δῶρον ἔχων τὸ βασιλεύειν καὶ νομοθετεῖν, πῶς ἂν οὐκ εἰσποίητον ἔχοι καὶ φυσικὴν μὲν οὐδαμῶς, εἰσκεκριμένην δὲ μᾶλλον τὴν ἐπ' ἀμφοῖν ἐξουσίαν; Α. «Ἐκνήψατε, οἱ μεθύοντες, ἐξ οἴνου αὑτῶν,» ἐπιφωνείτω τις καὶ μάλα εἰκότως τοῖς διεστραμμένοις. Ὑπάρχων μὲν γὰρ ἐν μορφῇ καὶ ἰσότητι τῇ κατὰ πᾶν ὁ Υἱὸς τῷ Πατρί, κένωσιν μὲν ὑπέστη τὴν ἐθελούσιον, καθεὶς ἑαυτὸν εἰς εἶδος τὸ καθ' ἡμᾶς, γέγονε δὲ ἄνθρωπος, ᾧ τὸ βασιλεύειν καὶ νομοθετεῖν οὐχ ἑτέρως ἢ δοτόν. Ἐπειδὴ δὲ συνεπτώχευσέ τε ἡμῖν καὶ δουλοπρεπὲς ὑπέδυ μέτρον οἰκονομικῶς, εἰσποιητὸν ἔχειν ὁμολογεῖ τὸ φύσει προσόν, καὶ τοῖς τῆς κενώσεως ἔργοις τε καὶ λόγοις εὖ μάλα συμπλάττεται, καὶ οὐδὲν ἄν, οἶμαι, τὸ βλάβος ἔκ γε τουτουῒ τοῖς εἰς αὐτὸν πιστεύουσιν, εἰ τὸν τοῖς λόγοις πρέποντα περιαθροῖεν καιρόν. Πότε γὰρ νενομοθέτηκε μὲν τοῖς ἔθνεσιν ὁ Χριστός, πότε δὲ ἀφῖκται διαγγέλλων ἐν Σιὼν τὸ πρόσταγμα Κυρίου; Ἢ ὅτε γέγονεν ἄνθρωπος; Καίτοι καὶ μάλα σαφῶς κατίδοι τις ἂν ἐν μωσαϊκοῖς συγγράμμασιν ὡς οὐ καθ' ἕτερόν τινα χρόνον ἐστάλη διαγγελῶν τὸ πρόσταγμα Κυρίου τοῖς ἐξ Ἰσραὴλ ὁ Υἱὸς ἢ ὅτε τὴν καθ' ἡμᾶς εἰσέδυ πτωχείαν, καὶ ὁ προφητῶν δεσπότης προφήτης ὠνόμασται, καὶ τοῖς ἐκ τῆς γῆς ἐναρίθμιος ὁ ἐν κόλποις ὢν τοῦ Πατρὸς ἀπεφάνθη Λόγος. Ἔφη γάρ που Θεός, Μωσέα τὸν ἱερώτατον ἐπ' αὐτῷ δὴ τούτῳ πληροφορῶν· «Προφήτην ἀναστήσω αὐτοῖς ἐκ μέσου τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σέ. Καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ καὶ λαλήσει αὐτοῖς καθὰ ἂν ἐντείλωμαι αὐτῷ.» Ἆρ' οὖν, ὦ φιλότης, οὔπω τὴν πρὸς σάρκα σύνοδον ἔχων ὁ Λόγος καὶ ὑπὲρ νοῦν τε καὶ ἀπορρήτως τῇ ἀνθρωπείᾳ φύσει συνηνωμένος, ἀδελφὸς ἂν νοοῖτο τῶν ἐξ Ἰσραὴλ καὶ ἐξ αὐτῶν ἀνέφυ τῶν γηγενῶν; Ἢ γοῦν ἐκεῖνό που φῂς ἄμεινόν τε καὶ ἀληθές, ὅτι κεχρημάτικεν ἀδελφὸς καὶ ἐν τάξει γέγονε τῇ Μωσέως, παιδαγωγὸς δηλονότι, καὶ εἰς τὸ χρῆναι νομοθετεῖν ἠγμένος καὶ ὑπουργικὴν ὥσπερ τινὰ τὴν διακονίαν ἀποπληρῶν, ὅτε τῆς ἐμφύτου δόξης τὸ ὑπερφερὲς εὖ μάλα παρωθούμενος, ὡς ἐν καιρῷ τε καὶ χρείᾳ καθῆκεν ἑαυτὸν εἰς ἑκούσιον κένωσιν; Β. Καὶ μὴν ὡς ἄριστα ἔφης, ἴσθι τοι νοοῦντα κἀμέ.