Ancient Greek
Page 479
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 479
Not analysed yet
Α. Οὐκοῦν εἴπερ ἕλοιντο τὸ ἑκάστῳ πρέπον καιρῷ διανέμειν ὀρθῶς, οὐκ ἄν, οἶμαι, διολισθήσειαν εἰς ἐξεστηκότα νοῦν καὶ καρδίαν διεστραμμένην· περιέσται δὲ σφίσιν ἤδη πως καὶ τὸ νοεῖν ὀρθῶς δύνασθαι τῆς ἀληθείας τὸν λόγον. Προσθεὶς δ' ἂν οἷς ἔφην εἴποιμ' ἂν ἔτι καὶ τόδε ὡς εἴ γέ τῳ σμικρὸν εἶναί τε δοκεῖ καὶ λελόγισται παρ' οὐδὲν τὸ ἑκάστῳ χρῆναι τῶν γεγραμμένων παρά γε τῇ θεοπνεύστῳ Γραφῇ τὸν αὐτῷ πρέποντά τε καὶ οἰκειότατον ἐφαρμόσαι καιρόν, τί τὸ ἐμποδών, κἂν εἰ νοοῖτο τυχὸν οὔπω καθ' ἡμᾶς γεγονὼς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, τεθνάναι λέγειν αὐτόν, σταυρὸν ὑπομείναντα, καὶ τὰ ἐν αὐτῷ, καὶ πρὸ συνδρομῆς καὶ συνόδου τῆς εἰς τήνδε τὴν ἀπὸ γῆς σάρκα ἐμπαροινῆσαι μὲν ἀνοσίως τοὺς Ἰουδαίους αὐτῷ, δρᾶσαι δὲ καὶ εἰπεῖν ἃ τάχα που μόναις ταῖς ἐκείνων ἀπονοίαις πρέπει· ἐπεί τοι καὶ ὡς ἤδη πεπονθὼς ἔφη που Χριστός· «Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων.» Ἆρ' οὖν οὐκ ἀποπληξία καὶ γέλως εἴη ἂν εἰκότως τὸ οἴεσθαι ταυτὶ μὴ ἐν καιρῷ τῷ καθήκοντι, δῆλον δὲ ὅτι τῷ μετὰ σαρκός, ἀνατλῆναι τὸν Υἱόν; Β. Ἀληθές. Α. Ἀλλὰ γὰρ ἀνέντες τὸν ἐπὶ τῷδε λόγον, εἴς γε τὸ παρὸν ἴωμεν εἴ τοι φίλον δοκεῖ. Β. Τὸ ποῖον; Α. Τὸ καθικέσθαι φημὶ πρὸς βάσανον καὶ ἀναμαθεῖν ἀκριβῶς, ἔρεσθαί τε τοὺς δι' ἐναντίας εἰ ἐν τῷ καθίστασθαι βασιλέα καὶ νομοθέτην τὸ τοιῶσδε εἶναι κατ' οὐσίαν ἢ γοῦν τοιῶσδε τυχόν ἐστι τοῦ Υἱοῦ. Β. Οὐκ ἐν τῷ καθίστασθαι, καθάπερ ἐγᾦμαι, τὸ εἶναι τοιῶσδε τυχὸν ἢ μὴ φαῖεν ἂν εἶναι τοῦ Υἱοῦ· οὐ γὰρ, οἶμαί που, καθίκοιντο ἂν εὐηθείας εἰς τοῦτο, καίτοι ληροῦντες ἀμέτρως, ὡς καὶ οὐσίας ὅρον τὸ καθίστασθαι λέγειν ἀποτολμᾶν· ἐκεῖνο δὲ ἴσως ἐροῦσιν ὅτι τεκμηριοῖ τοῦ καθισταμένου τὴν φύσιν αὐτὸ τὸ καθίστασθαι. Οὐ γὰρ ἂν ἐδέξατο παρ' ἑτέρου, φασί, τὸ φύσει προσὸν αὐτῷ. Α. Οὐκοῦν, ὦ γενναῖοι, πρὸς ἡμῶν εἰρήσεται πάλιν, ὡς ἥκιστα μὲν ἀρτίφρονες καὶ δογματικῆς ὀρθότητος ἐρασταί, κομιδῇ δὲ μᾶλλον εὔκολοι πρὸς παραφορὰν καὶ ἀπάτην ὄντες ἁλώσεσθε. Ἐκλέλησθε γὰρ ὀξέως τοῦ χρῆναι καιροῖς τοῖς καθήκουσιν ἀπονέμειν τὰ γεγραμμένα, καὶ τοῖς τῆς ἐνανθρωπήσεως χαρίζεσθαι χρόνοις τὰ μὴ σφόδρα θεοπρεπῆ, κἂν εἰ λέγοιτο τυχὸν περὶ τοῦ Μονογενοῦς. Ἐπειδὴ δὲ οὐκ