Ancient Greek
Page 481
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 481
Not analysed yet
τῇ τῶν ὅλων βασιλίδι φύσει, προσθεῖναί τε καὶ ὑφελεῖν τὰ ἅπερ ἂν βούλοιτο· τεθεσμοθέτηκεν ὁ Υἱός, καὶ τὴν μὲν ἀρχαίαν ὑφεῖλεν ὡς ἀνόνητον ἐντολήν, ἐπεισέφρησε δὲ τὴν νέαν, τουτέστι τὴν εὐαγγελικήν, καὶ τοῦτο ὡς νομοθέτης, οὐχ ὑπεσταλμένως, ἀλλ' ἐν ἐξουσίᾳ τῇ θεοπρεπεῖ. Κατασφραγιεῖ δὲ τὸν λόγον καὶ ὁ σοφὸς ἐπιστέλλων Παῦλος· «Ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω, τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, μὴ ὢν αὐτὸς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω· τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος Θεῷ, ἀλλ' ἔννομος Χριστῷ, ἵνα κερδήσω τοὺς ἀνόμους.» Ἄθρει γὰρ ὅπως τὸ ἄνομος εἶναι Θεῷ παρωθούμενος, ἔννομος εἶναί φησι τῷ Χριστῷ, τὸ ἐπ' ἀμφοῖν εὐκλεὲς ἀπονέμων αὐτῷ καὶ ὡς Θεῷ κατὰ φύσιν τὸ χρῆναι θεσμοθετεῖν ἀνατιθεὶς ὡς ἐξαίρετον. Ὅτε τοίνυν, κατὰ τὴν τοῦ ἁγίου φωνήν, οὐκ ἄνομος ἂν εἴη Θεῷ Χριστῷ τις ἔννομος ὤν, ποῖος ἔτι λόγος ἐξώσειεν ἂν τοῦ καὶ νομοθέτην εἶναι καὶ Θεὸν τὸν Υἱόν; Β. Οὐδείς, καθάπερ ἐγᾦμαι. Α. Ἐποίσειε δ' ἄν τις τοῖς εἰρημένοις εὖ μάλα καὶ τόδε. Β. Τὸ ποῖον; Α. Ὡς νομοθετοῦντα μὲν ἰδικῶς τε καὶ μόνον τοῖς ἀρχαιοτέροις ἢ τοῖς μετ' ἐκείνους ἔτι τὸν Πατέρα καὶ Θεὸν ἥκιστα μὲν δὴ καταδείξειεν ἄν, οἶμαι, τίς, καταθρήσαι δ' ἂν καὶ λίαν ἀμογητὶ σὺν Υἱῷ τε καὶ δι' Υἱοῦ. Ποῦ γὰρ ἢ τίσι τεθεσμοδότηκεν ὁ Πατήρ, σεσιγημένου τε καὶ ἀπόντος τοῦ Υἱοῦ; Β. Καὶ μὴν ὁ σοφὸς ἡμῖν ἐπιστέλλει Παῦλος ὅτι «Πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις.» Μωσῆς δὲ τοῖς ἐξ Ἰσραὴλ ἔφη που πάλιν· «Κύριος ὁ Θεὸς ἡμῶν ἐλάλησεν ἡμῖν ἐν Χωρήβ.» Α. Εὖγε, ὦ φιλότης. Τετηρηκότων γὰρ τῶν ἁγίων, ὡς φῄς, τῷ προσώπῳ τοῦ Θεοῦ καὶ Πατρὸς τὸ ἀρχαῖον ἐκεῖνο καὶ ἐν σκιαῖς χρησμῴδημα, φέρε σοι δεικνύωμεν ἴδιον ὄντα λόγον ὀνομάσαντος αὐτὸ τοῦ Υἱοῦ. Ἀφῖκται γὰρ δὴ καταλύσων μὲν οὐδαμῶς τὸν νόμον, ἥκιστα δὲ ἀνατρέψων τὰ προφητῶν, ἀποπερανῶν δὲ μᾶλλον καὶ προφήτας καὶ νόμον· «Λέγω γὰρ ὑμῖν, φησίν, ὅτι ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.» Συνίης οὖν ὅπως ἐκτελευτῆσαι δεῖν πάντη τε καὶ πάντως ἅπαντα πρὸς ἀλήθειαν τὸν νόμον εἰπών, ἰδίους ἔφη λόγους αὐτόν; Ἴδοι δ' ἄν τις αὐτὸν καὶ ἑτέρωθί που δι' ἑνὸς τῶν ἁγίων προφητῶν ἀνακεκραγότα σαφῶς· «