Ancient Greek
Page 480
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 480
Not analysed yet
εἰσάπαν τῶν εἰς ὀρθότητα διεκνεύοντες λογισμῶν, οὐκ οὐσίαν εἶναί φατε τὸ καθίστασθαι, κατηγορούμενον τοῦ Υἱοῦ, πράγματος δὲ εἶναι σημαντικόν, τί τὸ ἐμποδὼν οἴεσθαί τε καὶ λέγειν ὅτι βασιλέα καὶ νομοθέτην οὐσιωδῶς ὄντα τὸν Υἱὸν ἠθέλησεν ὁ Θεὸς καὶ Πατὴρ τοῦθ' ὅπερ ἐστὶν ἀναφαίνεσθαι τοῖς ἐπὶ τῆς γῆς; Καὶ οὔ τί πού φημι τοῦ βασιλεύειν ἀρξάμενον, ἀλλὰ διανεύσοντά πως ἐπὶ τὸ χρῆναι λοιπὸν θεσμοθετεῖν αὐτοῖς καὶ εἰς τὸ ἐθέλειν ἤδη τοῖς ἰδίοις ἐγκαταζεῦξαι σκήπτροις τοὺς ἀρχῆς τε καὶ ἐξουσίας τῆς ὑπ' αὐτῷ διὰ τῆς πολυθέου πλάνης ἀπολισθήσαντας. Ἄτοπον δὲ οἶμαι παντελῶς τὸν τοῦ Πατρὸς Λόγον, εἰ κατασοφοῦν ἕλοιτό τινας, εὐδοκίᾳ τοῦ γεγεννηκότος εἰς ἀρχὰς κεκλῆσθαι λέγειν τοῦ νομοθετεῖν, μὴ μὴν ἔτι νομοθέτην οἴεσθαι κατὰ φύσιν ὑπάρχειν ὡς Θεόν. Ἆρα γὰρ εἰ ἐν οἰκίσκῳ ζοφώδει καὶ ἀχλύος ἔμπλεῳ, κατὰ χρόνους μέν τινας τῆς ἡλιακῆς ἀκτῖνος οὐκ εἰσέδυ τὸ φῶς, οὐδενὸς ἀνέντος τὴν εἰσβολήν, εἶτα τοῦδε γεγονότος, εἰσέφρησέ τε εὐθὺς καὶ ἀπελήλατο μὲν ὁ σκότος, τὸ δὲ ἀσύνηθες τοῖς τόποις ἐνεγέλασε φῶς, ὃ καί, εἴπερ ἕλοι φωνήν, ἐκδιηγοῖτο τυχὸν τοῖς τὸ χρῆμα κατατεθηπόσιν ὡς εἴη τεθὲν παρὰ τοῦ τεκόντος ἡλίου πρὸς τὸ ἐγχεῖσθαι δεῖν καὶ ἐκείνῳ τῷ χώρῳ καὶ καταφαιδρύνειν ἀεὶ τὰ σκότῳ κεκρατημένα· ἆρα δοίη τις ἂν τότε δὴ πρῶτον αὐτὸ καὶ εἰς φωτὸς παρῆχθαι φύσιν, ὅτε καὶ πρῶτον εἰσέδυ; Β. Οὔ τί που, κατὰ τὸ εἰκός· ἦν γὰρ ἀεὶ φῶς. Α. Τί δὴ οὖν ἡμῖν ὡς δυσάλωτον ἐπιτείχισμα κατεξανιστᾶσιν ἐκεῖνοι τὸ λέγεσθαι τὸν Υἱὸν καθίστασθαι νομοθέτην ἤτοι βασιλέα παρὰ τοῦ Θεοῦ καὶ Πατρός, καίτοι τοῦ νομοθετεῖν ἥκιστα μὲν εἰς ἀρχὰς ἰόντα τότε τῆς κατὰ φύσιν εὐκλείας ἀποδεικνύοντος, τὸ δέ γε χρῆναι λοιπὸν θεσμοῖς ἰδίοις καὶ τὰς τῶν ἐθνῶν ἀγέλας ὑπενεγκεῖν σημαίνοντος, συνευδοκοῦντός τε καὶ συγκατανεύοντος τοῦ Θεοῦ καὶ Πατρός, καίτοι μόνον κατὰ τοὺς ἄνωθεν ἔτι καιρούς τε καὶ χρόνους κατεζευγμένου τοῦ Ἰσραὴλ καὶ τοῖς θείοις νόμοις ὑπέχοντος τὸν αὐχένα; Β. Ἀλλ' εἴπερ ἕλοιντο νομοθέτην ὄντα σαφῶς ἐπιδείκνυσθαι τὸν Υἱόν, πῶς ἂν ἢ πόθεν τοῦτο γένοιτο πρὸς ἡμῶν; Α. Καὶ μὴν ἀποχρήσειν ἔν γε τουτωῒ τοῖς εὐμαθεστέροις οἰήσομαι δεῖν ὅπερ ἔφαμεν ἀρτίως. Νόμου γὰρ πέρι καὶ τῶν τοῖς ἀρχαιοτέροις τεθεσπισμένων Θεοῦ λέγοντος ἐναργῶς, ἐπ' αὐτῶν οὐκ ἔστι προσθεῖναι καὶ ἀπ' αὐτῶν οὐκ ἔστιν ἀφελεῖν—πρέποι γὰρ ἂν καὶ μόνῃ τὸ χρῆναι θεσμοθετεῖν