Ancient Greek
Page 483
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 483
Not analysed yet
Εἰ δὲ δὴ δεῖν οἴοιντο παραφρονοῦντες λέγειν ὡς ὀθνεῖός τε εἴη τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς καὶ ἑτέραν τινὰ καὶ ἰδίαν ἀπετέμετο φύσιν καὶ τὸ ἀληθῶς εἶναι Θεὸς οὐκ ἔχει, καίτοι κατὰ φύσιν ἀθάνατος ὤν, μᾶλλον δὲ αὐτόχρημα ζωή, ἆρ' οὐχὶ τὰ μόνῃ τῇ θείᾳ καὶ ἀρρήτῳ προσόντα φύσει, καὶ τὰ δι' ὧν εἰκότως τεθαύμασται πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων περιθεῖεν ἄν, καὶ ἐνυπάρχειν ἐροῦσι καὶ τῷ τελοῦντι λοιπὸν ἐν κτίσμασι, κατά γε τὸ αὐτοῖς φληνάφως δοκοῦν; Β. Τίνα τρόπον; Α. Πρέπειν, οἶμαί που, τῷ γε ὄντως φύσει τε καὶ ἀληθείᾳ Θεῷ καὶ αὐτοὶ φαῖεν ἂν οἶδ' ὅτι τὸ ζωογονεῖν δύνασθαι καὶ εἶναι ζωή. Εἴπερ οὖν τοῦτό ἐστιν οὐσιωδῶς ὁ πατήρ, ἐξώλισθε δέ, κατ' ἐκείνους, τῆς πρὸς αὐτὸν φυσικῆς ταὐτότητος ὁ Υἱός, καὶ σμικροπρεπείας εἰς τοῦτο τελῶν, καὶ ζωὴν ἑαυτὸν εἶναί φησι καὶ τῆς τοῦ Πατρὸς οὐσίας τὸ ἐξαίρετον τῇ ἰδίᾳ καταγράφει φύσει, πῶς οὐκ ἀληθὲς ὅπερ ἔφην; Ἐκκεκόμισται γὰρ ἤδη τὸ τῆς ἀρρήτου φύσεως ἴδιον καὶ εἰς τὸ μὴ ὂν ἐξ αὐτῆς, κεκλημένον δὲ ὥσπερ ὁμοῦ τοῖς ἄλλοις εἰς γένεσιν. Νοηθεῖεν γὰρ ἂν ἔν γε τοῖς εἶναι πεπιστευμένοις, Θεὸς μὲν πρὸ πάντων, καὶ μετὰ τοῦτο κτίσις. Ἕτερον δὲ μεταξὺ τὸ σύμπαν οὐδέν. Ἢ οὐκ ἀληθὲς ὅπερ ἔφην; Β. Ἀληθές. Α. Εἴπερ οὖν ἐστιν ἑτεροούσιος ὁ Υἱὸς καὶ οὐκ ἐν οἷς εἶναί φασι τὸν Πατέρα, πῶς ἂν νοοῖτο μία τε καὶ ἀπαράλλακτος ἐνέργεια φυσικὴ τῶν τῇδε διεστηκότων, κατά γε τὸν τοῦ πῶς εἶναι λόγον; «Ὥσπερ γάρ, φησίν, ὁ Πατὴρ οὓς θέλει ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ.» Β. Ἀλλὰ ναί, φασί. Ζωὴ μὲν ἔστιν ὁ Υἱός, ἔφη δ' οὖν ὅμως· «Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατὴρ κἀγὼ ζῶ διὰ τὸν Πατέρα.» Ζωὴ τοιγαροῦν ἐστι διὰ τὸν Πατέρα. Α. Ἆρ' οὖν, ὦ γενναῖοι, καὶ αὐτὸν ζωοποιεῖσθαι τὸν Υἱὸν παρὰ τοῦ Πατρὸς ὁμοῦ τοῖς ἄλλοις ὑποληψόμεθα, καὶ τοῖς ἔξωθέν τε καὶ εἰσκεκριμένην ἔχουσι τὴν ζωὴν ἐπαριθμητέον τὴν ζωήν; Συντετάχθω δὴ οὖν καὶ τοῖς ἀποθνήσκουσιν ὁ Υἱός· ἀπόβλητον γὰρ τὸ εἰσκεκριμένον καὶ ὧνπερ ἄν τις ἕλοιτο τὴν κτῆσιν ἀπεμπολήσειεν ἂν αὐτὴν κατά γε τὸ ἐγχωροῦν, ὅτε μὴ φυσικοῖς εἰς τὸ ἀραρότως ἔχειν διακρατοῖτο νόμοις. Β. Πῶς οὖν οἴοιτ' ἄν τις αὐτὸν διὰ τὸν Πατέρα ζῆν, εἴπερ ἐστὶ καὶ αὐτὸς κατὰ φύσιν ζωή; Α. Καὶ μὴν τοῦτό γέ ἐστι τῆς ἐκ Θεοῦ καὶ Πατρὸς εὐγενείας ἀπόδειξις καὶ τῆς κατὰ φύσιν ταὐτότητος μήνυσις ἀκριβής.