Ancient Greek
Page 484
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 484
Not analysed yet
Β. Πῶς λέγεις; Α. Ἔφη γὰρ οὔ τί που σαφῶς ζωογονεῖσθαι παρὰ τοῦ Πατρός, πλὴν ὅτι «Ζῶ διὰ τὸν Πατέρα.» Β. Τί οὖν τοῦτό γε; Α. Ὅτι τῷ μὲν τὴν ἰδίαν ἔχοντι φύσιν ἀθανασίας ἐρήμην καὶ ζωῆς, εἰσποίητον δὲ παρ' ἑτέρου τὸ χρῆμα κερδαίνοντι, ἁρμόσαι ἂν οἶμαι καὶ μάλα ὀρθῶς εἰπεῖν· «Ζωήν μοι δέδωκεν ὁ Πατήρ.» Τοῦ γε μὴν εἰδότος ὅτι ζωὴ πέφηνεν ἐκ ζωῆς καὶ καρπὸν οὐσίας ἔχει τὴν ἀθανασίαν, τὸ φάναι θεοπρεπῶς· «Ζῶ διὰ τὸν Πατέρα.» Ἆρα γάρ, εἰ τοῦ ἀνθρώπου γέννημα τυχόν, λογικὸν ἐκ λογικοῦ πεφηνὸς τοῦ ἰδίου πατρός, Λογικόν εἰμι, λέγοι, διὰ τὸν πατέρα, ἢ γοῦν καθ' ἕτερον τρόπον ἡ πυρὸς εἰς τὸ ἔξω διεκφοιτῶσα θερμότης, εἰ φωνὴν ἱεῖσα λέγοι· Θερμὴν ἔχω τὴν προσβολὴν διὰ τὸ ἐξ οὗ πέφηνα πῦρ, οὐκ ἄν τῳ δόξειαν, εἴ γε νοῦν ἔχοι, φύσεων ἰδιότητα τὴν ἐξ ὧν εἰσὶ λαχόντα μᾶλλον ἐφ' ἑαυτοῖς, ἢ γοῦν εἰσπεπορισμένην καὶ ἐν τάξει τῶν δεδωρημένων τὴν τοῦ εἶναι τοιῶσδε δόξαν ἑλεῖν; Β. Ἔοικεν. Α. Ζῇ τοιγαροῦν ὁ Υἱὸς διὰ τὸν Πατέρα. Ζωὴ γὰρ ἐκ ζωῆς πέφηνε τοῦ Πατρός, ἀληθινὸς ὢν Θεὸς καθάπερ ἀμέλει καὶ ὁ τεκών. Συλλήπτορα δὲ τοῖς ἐμαυτοῦ ποιήσομαι λόγοις καὶ τὸν σοφώτατον Ἰωάννην, ὡδὶ γεγραφότα περὶ αὐτοῦ· «Καὶ οἴδαμεν ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ ἔδωκεν ἡμῖν διάνοιαν ἀγαθὴν ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεὸν καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ Ἰησοῦ Χριστῷ, τῷ Υἱῷ αὐτοῦ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ζωὴ ἡ αἰώνιος.» Ἆρα δή σοί τι τοῦδε ἂν γένοιτο φανερώτερον ἔτι, ἤγουν εἰς ἐλέγχους εὐσθενέστερον, τοῦ μὴ ἑτεροίως ἔχειν οἴεσθαι τὸν Υἱὸν ἢ ὥσπερ ἂν ἔχοι κατὰ φύσιν ὁ Πατήρ; Β. Οὐδέν, ὡς ἐγᾦμαι, τῆς τοῦ Θεολόγου φωνῆς ἄμαχόν τινα τοῖς δι' ἐναντίας ἐξανιστάσης τὴν μαρτυρίαν. Πλὴν εἰ λέγοιτο Θεὸς ἀληθινὸς ὁ Υἱός, διαγελῶσιν εὐθὺς καί φασιν οὐκ εἶναι Θεὸν μὲν ὄντως ἀληθινόν, κεχαρίσθαι δὲ αὐτῷ τοὔνομα κατὰ θέλησιν τοῦ Πατρός. Ἔφη γάρ που, φασίν, ὁ θεσπέσιος Παῦλος ὅτι «Ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα.» Α. Κεχαρίσθαι μὲν αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα φαίην ἄν, ἴσθι τοι, καὶ αὐτὸς ἐγώ. Τὸ γάρτοι φληνάφως ἀντιφέρεσθαι δοκεῖν ταῖς τῶν θεολόγων φωναῖς οἰηθείην ἂν οὔ τί που φρενὸς ἀγαθῆς, λογισμοῦ δὲ μᾶλλον παραπαίοντος ἤδη πως καὶ ἐξεστηκότος ἀδρανὲς ἐγχείρημα. Καταπέπληγμαί γε μὴν τὸ εἰς ἀπάτην εὐμήχανον τῶν δι' ἐναντίας, οἵ γε