Ancient Greek
Page 486
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 486
Not analysed yet
ὑπὲρ φύσιν τε καὶ μέτρον τὸ ἐνὸν αὐτῷ, καὶ τοῖς ἀσυγκρίτως ὑπερκειμένοις ἢ πρότερον ἦν ἀδοκήτως ἐπιπηδῶν. Ἄραρεν οὖν ὅτι κατά γε τὸ ὀρθῶς ἔχειν καὶ αὐτῷ σοι δοκοῦν, πρέποι ἂν δὴ τότε δεδόσθαι νομίζειν τὸ ὄνομα τῷ Υἱῷ τὸ ὑπὲρ πᾶν ὄνομα, ὅτε καὶ σχῆμα τὸ καθ' ἡμᾶς ὑποδύς, ὡς εἷς ἐξ ἡμῶν εἰς υἱὸν ἐγράφετο Θεοῦ, θετὸς μεθ' ἡμῶν καὶ δι' ἡμᾶς, ὁ γνήσιος, ἵνα καὶ ἡμεῖς δι' αὐτόν, υἱοὶ τῆς ὑπὲρ φύσιν εὐκλείας ἐπιδραττόμενοι καὶ τῆς θείας αὐτοῦ φύσεως διαδεικνύμενοι κοινωνοί. Ἢ οὐκ οἴει κατευθὺ τοῦ πρέποντος διαστείχειν ἡμῖν τὸν ἐπὶ τῷδε λόγον; Β. Εἶσι γὰρ οὖν. Α. Καίτοι τῆς ἐκείνων δυσβουλίας τὰ ἀμείνω φρονεῖν εὖ μάλα διεσκεμμένοι, ἀλώβητον μὲν τὴν τοῦ Μονογενοῦς τηρήσομεν δόξαν, λογισμοὺς δὲ καθαιρήσομεν, καὶ «πᾶν ὕψωμα ἐπαιρόμενον,» καθὰ γέγραπται, καὶ «πᾶν αἰχμαλωτιοῦμεν νόημα εἰς τὴν ὑπακοὴν αὐτοῦ.» Εἰ δὲ δὴ τοῦτο δρᾶν οὐκ ἀνεξόμεθα, παραχωρήσομεν δὲ τὸ χρῆναι νικᾶν ταῖς ἐκείνων συκοφαντίαις, καὶ τοῦ εἶναι Θεὸν ἀληθῶς ἐκπέμψομεν τὸν Μονογενῆ, ἐροῦμέν τε οὕτω παρ' ἡμᾶς οὐδὲν διακεκτῆσθαι τὸ πλεῖον. Β. Φράσαις ἂν ὅπως, ἢ κατοκνήσεις εἰπεῖν. Α. Καὶ μὴν ἔγωγε προθύμως ἐρῶ, κατοκνήσαιμι γὰρ ἂν ἔν γε τούτοις οὐδαμῶς. Ἦ γὰρ οὐκ ἀληθὲς εἰπεῖν ὡς εἴπερ αὐτῷ κεχάρισται τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, καὶ δοτὸν ἤδη πως τὸ διακεκλῆσθαι Θεός, ἀπολισθήσειεν ἂν αὐτοῦ κατά γε τὸ ἐγχωροῦν; Τὸ γάρτοι δοτὸν οὐκ εἰσάπαν ἐρηρεισμένον. Κατακινδυνεύσειε δ' ἂν καὶ αὐτὸς ὁ Πατήρ, ὅσον ἧκεν εἰς λογισμούς, εἰς ἃ μὴ θέμις εἰπεῖν. Ἔσται γὰρ μείων ἢ καθ' Υἱόν, καὶ τὴν τοῦ γεγεννηκότος ὑπερκείσεται φύσιν ὁ κατ' αὐτοὺς ἐν ἐλάττοσι, μᾶλλον δὲ ὁ τὴν τῆς θεότητος δόξαν παράσημον ἔχων, καὶ νενοθευμένοις ἀξιώμασιν ἐπαυχήσας μόλις, εἴπερ ἐστὶν ἀληθῶς ἐν ψιλῷ καὶ μόνῳ τῷ κεκλῆσθαι Θεός. Β. Ὡς δεινά γε ὁ λόγος ἡμῖν εἰσφέρει τὰ ἄτοπα. Α. Δεινὰ γάρ, ὡς ἀληθῶς, πλὴν ἀναγκαίαν ἔχοντα τὴν παράθεσιν. Μετασοβεῖ γὰρ ἔσθ' ὅτε τὸ μὴ ὀρθῶς ἔχειν ὑπειλημμένον ἐπὶ τὸ χρῆναι φιλοθηρεῖν τὸ νενευκὸς εἰς ἀλήθειαν. Εἴπερ οὖν, ὡς οἴονται, μεμισθοφόρηκεν ὁ Υἱὸς καὶ ἀντέκτισιν ὥσπερ τινὰ τῆς κενώσεως ἐκομίσατο παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, πρὸ τῶν τῆς κενώσεως χρόνων καὶ αὐτοῦ δὲ τούτου τητώμενος νοοῖτ' ἂν εἰκότως, εἴπερ ὁρᾶται πεπλουτηκὼς ἐν χρόνῳ τῷ κατ' αὐτὴν τὴν εἰσποίητον ταυτηνὶ καὶ εὐαπόβλητον χάριν.