Ancient Greek
Page 485
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 485
Not analysed yet
τὴν μὲν τοῦ κεχαρίσθαι πρόφασιν οὐδ' ὅσον εἰς νοῦν ποιεῖσθαι σπουδάζουσι, λεξιθηροῦσι δὲ οὕτως καὶ τριποθήτως ἁρπάζουσι πᾶν ὅπερ ἂν φαίνοιτο τῇ τοῦ Υἱοῦ τιμῇ τε καὶ δόξῃ καθεστηκὸς ἐναντίον, ὡς οὐδὲν ἡγεῖσθαι τὸ ἄμεινον, καίτοι τὸν τοῦ δεδωρῆσθαι καιρὸν οὐχ ἕτερον ἡμῖν τῆς θεοπνεύστου διοριζούσης Γραφῆς ἢ ἐκεῖνον αὐτὸν καθ' ὅν «Ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχων ὁ Μονογενὴς, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ,» καθὰ γέγραπται «ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, τεταπείνωκεν ἑαυτόν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Τότε γὰρ δὴ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.» Β. Τί οὖν τοῦτό γε; Α. Οἶμος ἂν εἴη ψιλή τε καὶ ὁμαλὴ τοῖς ὀρθῶς ἐθέλουσι νοεῖν, ἀναφέρουσα πρὸς τὸ ἀληθές. Σύνες οὖν, ὦ τᾶν, τὸ ὡς ἐν χάριτος τάξει λαβεῖν τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, τουτέστιν ἡ λαλουμένη κένωσις καὶ ἡ πρὸς ἡμᾶς οἰκονομικὴ τοῦ Λόγου ταπείνωσις. Εἰ δὲ ἐν τοῖς τῆς κενώσεως μέτροις εὑρίσκεται τὸ λαβεῖν, ἐξεστηκότα που πάντως τοῦ χρῆναι λαβεῖν τὰ πρὸ τῆς κενώσεως ὁρᾶται λοιπόν, διά γέ τοι τὸ κεκτῆσθαι φυσικῶς ὅπερ ἦν, τουτέστι τὸ ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρός. Καὶ εἰ τεταπείνωκεν ἑαυτόν, ἐξ ἀνῳκισμένου τινὸς καὶ ὑπερανέχοντος πράγματος ἐπὶ τὸ μεῖον ἐλθών, ὑπονοστήσει που πάντως εἰς ὅπερ ἦν ὑψούμενος, οὐκ εἰς ἀλλοτρίαν ἀναθρώσκων τιμήν τε καὶ δόξαν, ἀλλ' ὡς εἰς ἰδίαν τὴν ἐν ἀρχαῖς. Εἰ δὲ δὴ ποιοῖντο περὶ πολλοῦ τὸ ἰσχυρίζεσθαι δεῖν ὡς εἰς ἀσυνήθη τιμήν τε καὶ δόξαν ἀναπεφοίτηκεν ὁ Υἱός, τὸ ὑπὲρ πᾶν ὄνομα λαβὼν ὡς δοτὸν παρὰ τοῦ Πατρός, οὐδὲν ἔτι τὸ ἀντιστοιχοῦν, κατά γε τὸν ἐν εἰκότι λόγον, ἀντίστροφον ἤδη πειρᾶσθαι νοεῖν τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον, καὶ μετατετράφθαι τὸ χρῆμα πρὸς πᾶν τοὐναντίον. Ἐρῶ δὲ καὶ ὅπως. Εἰ γὰρ μή ἐστι κένωσις τῷ Υἱῷ τὸ λαβεῖν, εὕρημα δὲ μᾶλλον αὐτῷ τῶν οὐδαμῶς προσπεφυκότων οὐσιωδῶς κενωθέντι συμβέβηκε, κένωσις μὲν εἴη ἂν κατά γε τὸ ἀληθέστερον ὁ πρὸ τῆς κενώσεως καιρός, ὑπεροχῆς δὲ καὶ δόξης ὁ καθ' ὃν οὐκ οἶδ' ὅπως κεκενῶσθαι λέγεται, καίτοι κατακτώμενος τὰ