Ancient Greek
Page 495
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 495
Not analysed yet
κατὰ φύσιν καὶ ἀληθινῷ, καὶ τῆς πολυθέου πλάνης ἀπηλλάγμεθα, τὸ κτίσει λατρεύειν ἐκβεβηκότες, καὶ τῆς ἐπὶ τούτῳ γραφῆς ἐλευθέραν ποιούμενοι τὴν προσκύνησιν. Καὶ γοῦν τοῖς κεκλημένοις διὰ τῆς πίστεως εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν ὁ σοφὸς γράφει Παῦλος πῇ μὲν ὅτι «Διὸ μνημονεύετε ὑμεῖς, τὰ ἔθνη ἐν σαρκί, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου, ὅτι ἦτε τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς ἐλπίδος τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ.» Καὶ ἑτέρωθι δὲ πάλιν φησίν· «Ἀλλὰ τότε μὲν οὐκ εἰδότες Θεόν, ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσι θεοῖς, νυνὶ δὲ γνόντες Θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε;» Ἄθεοι δὲ εἴπερ ἦσαν οἱ δίχα Χριστοῦ, καὶ Θεὸν ἐπεγνώκασι λοιπὸν διὰ τοῦ προσήκασθαι τὴν πίστιν καὶ συγκατανεῦσαι λέγοντι τῷ Υἱῷ· «Ὁ πιστεύων εἰς τὸν Υἱὸν οὐ κρίνεται, ὅτι πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ,» πῶς οὐκ ἂν νοοῖτο Θεός, οὐ ταῖς καταπλάστοις καὶ ἔξωθεν εὐφημίαις πρός τε ἡμῶν αὐτῶν καὶ <τῶν ἁγίων> ἀγγέλων τιμώμενος, ἀλλ' οὐσιωδῶς εἶναι πεπιστευμένος ὅπερ ἐστίν, ἀληθῶς Θεὸς δηλονότι καὶ ἐκ Θεοῦ κατὰ φύσιν; Τί γάρ, εἰπέ μοι, δοίης ἂν ἐννενοηκέναι τὸν Παῦλον, γεγραφότα περὶ αὐτοῦ καὶ λέγοντα· «Ὅτι Θεὸς ἦν ἐν Χριστῷ, κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν καὶ θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς. Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν· ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν, δεόμεθα ὑπὲρ Χριστοῦ· καταλλάγητε τῷ Θεῷ.» Ὅτε τοίνυν εἰ Χριστῷ τις ἴοι πρὸς καταλλαγήν, Θεῷ καταλλάσσεται, καὶ ἐν Χριστῷ τὴν σύμβασιν κόσμος ἔχει πρὸς Θεόν. Ἆρ' οὐκ ἂν γελῷτο, καὶ σφόδρα εἰκότως, τὸ δεῖν οἴεσθαι τῆς τοῦ Πατρὸς οὐσίας ἀπολισθεῖν τὸν ἐξ αὐτοῦ φύντα τε καὶ ἐν αὐτῷ Λόγον; Β. Παντελῶς. Α. Τὸ δὲ δὴ χρῆναι κατάρχειν τῶν ὅλων καὶ τὸ ἐκπρεπὲς ἐν ὑπεροχῇ κατὰ παντὸς τοῦ πεποιημένου καὶ κεκλημένου πρὸς γένεσιν, ἀναθείης ἂν ὅτῳ μάλιστα τῶν ὄντων, καὶ οὐκ ἂν ἁμάρτοις λογισμοῦ τοῦ καθήκοντος; Β. Θεῷ δηλονότι. Ψάλλει γάρ που Δαβίδ· «Ὅτι τὰ σύμπαντα δοῦλα σά.» Καὶ μὴν ὅτι· «Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, ὅτι αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐχ ἡμεῖς.