Ancient Greek
Page 496
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 496
Not analysed yet
Ἡμεῖς δὲ λαὸς νομῆς αὐτοῦ καὶ πρόβατα χειρὸς αὐτοῦ.» Α. Εὖγε, ὦ ἑταῖρε· Θεὸς γὰρ ἡμῖν ἔν γε τουτοισὶ διαρρήδην ὁ ὑμνούμενος. Μέτεστι δὴ οὖν τῶν πεποιημένων οὐδενὶ τὸ ὡς ἐν ἰδίοις εἶναι τοῖς κτίσμασιν, ἤγουν ἑαυτοῦ τὰ ὄντα λέγειν καὶ σκήπτροις ἰδίοις ὑποφέρειν ἀποτολμᾶν. Ἢ εἴπερ ἕλοιτο τοῦτο δρᾶν τῇ τῆς βασιλείας δόξῃ μὴ κατεστεμμένος, οὐκ ἂν ὑπαίτιον εἶναι φήσομεν ἐγκλήματος καὶ γραφῆς; Β. Ὧδε ἔχει. Α. Εἶτα τί μαθὼν ὁ Υἱὸς οὔ τί που μᾶλλον ἔφη Πατρός, ἑαυτοῦ δὲ πρόβατα τοὺς πεπιστευκότας; «Τὰ γὰρ πρόβατα τὰ ἐμά, φησί, τῆς φωνῆς μου ἀκούουσι, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσί μοι· κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου.» Ἀφῖχθαί γε μὴν «εἰς τὰ ἴδιά» φησιν αὐτὸν ὁ θεολόγος ἡμῖν Ἰωάννης, ἴδια λέγων αὐτοῦ τήν τε ἐπὶ γῆς ἀνθρωπότητα, καὶ πᾶν, οἶμαι, τὸ πεποιημένον. Ἐνεργεῖ δὲ καὶ εἰς ἡμᾶς τὴν Πατρὸς ἐνέργειαν οὐχ ὑπεσταλμένως, καὶ τὴν τῆς κυριότητος δόξαν οὐκ ὀθνείαν ἔχων ὁρᾶται, ποιεῖται δὲ μᾶλλον ἰδίαν τῇδέ τε ἔχειν ἀξιοῖ. Διαλεγόμενος γάρ που τοῖς συνθέουσί τε καὶ ἑπομένοις αὐτῷ μαθηταῖς· «Ὁ μὲν θερισμός, ἔφη, πολύς, οἱ δὲ ἐργάται ὀλίγοι. Δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ.» Ἀλλὰ τὴν τῶν ἀμώντων ἀνάδειξιν, καίτοι τοῖς τοῦ Πατρὸς θελήμασιν ἀναθείς, ἑαυτὸν ἀπέφηνεν εὐθὺς τοῦ θερισμοῦ τὸν δεσπότην, τὸ χρῆναι μυσταγωγεῖν τοῖς ἁγίοις ἀποστόλοις ἀπονέμων ὡς ἐξαίρετον. Αὐτοῦ δὲ εἶναι τὴν ἅλω καὶ ὁ σοφὸς Ἰωάννης διισχυρίσατο λέγων· «Οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ.» Καὶ πρός γε τούτοις, αὐτῷ τοὺς πεπιστευκότας ὡς Δεσπότῃ καὶ Θεῷ καταγράφει λέγων ὁ Παῦλός ποτε μέν· «Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.» Ποτὲ δὲ αὖ· «Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ·» καίτοι Θεῷ λέγοντός τινος, μᾶλλον δὲ ἁγίου παντός· «Σός εἰμι ἐγώ, σῶσόν με, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα.» Ἆρ' οὖν ἔσθ' ὅπως οἵπερ ἂν, ἴδιοι νοοῖντο τοῦ Πατρὸς, εἶεν ἂν οὗτοι Χριστοῦ κατὰ τὸν ἴσον τρόπον μὴ οὐχὶ συνεισδουμένης εἰς ἑνότητα τῆς ἀμφοῖν οὐσίας; Β. Οὔ φημι. Θεὸς γὰρ εἷς ἐφ' ἡμᾶς καὶ Κύριος εἷς. Διήκοι δ' ἂν ἐπ' ἀμφοῖν οὐσιωδῶς ἑκάτερον. Α. Ἀληθὴς ὁ λόγος. Ἀνάπλεως γὰρ κυριότητος καὶ τῆς ἐπὶ τούτῳ δόξης μεμεστωμένος ὡς Θεὸς ὁ Πατήρ, καὶ μὴν καὶ Θεὸς ὡς Κύριος ὁ Υἱός.