Ancient Greek
Page 500
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 500
Not analysed yet
ἂν λέγοιτο Θεὸς ἔτι καὶ ἀληθινός, ἢ πῶς ἂν ἔχειν δύναιτο τὴν πρὸς Θεὸν Πατέρα ταὐτότητα φυσικήν, τοῖς ἐν γενέσει κατειλεγμένος, εἰ καὶ ἐν τάξει νοοῖτο τῆς κεφαλῆς; Ὑπερκείσεται γάρ, φησί, τὸ τῆς κτίσεως μέτρον ὡς ἐν ὑπεροχῇ δόξης, ὁ Υἱός. Α. Βαβαὶ τῆς εὐροίας τῆς εἰς πᾶν ὁτιοῦν τῶν ἐκτοπωτάτων. Ὡς δεινὸς ἡμῖν καὶ οἷον κατὰ πρανοῦς ὁ παράσημος οὑτοσὶ τῶν δι' ἐναντίας διᾴττει λόγος. Ποίημα γὰρ ἐναργῶς τὸν ἐκ Θεοῦ Πατρὸς πεφηνότα δεδυσφήμηκεν Υἱόν. Ἀλλὰ τοῦδε μὲν πέρι διαληψόμεθα, καιρὸν ἀπονέμοντες ταῖς θεωρίαις τὸν πρέποντα, καὶ σχολαῖοι πάλιν εἰς τοῦτο καθέντες καὶ νοῦν τε καὶ γλῶτταν. Ὃ δὲ δὴ μάλιστα θαυμάζειν ἔπεισιν ἐκεῖνό φημι· διημαρτήκασι γὰρ τῶν εἰς ὀρθότητα λογισμῶν οὐδὲν ἧττον ἢ πάλαι καὶ νῦν, ὡς ἔοικεν, οἱ πρὸς πᾶσαν ἀμαθίαν εὔκολοι. Ἀνδρὸς μὲν γὰρ εἴρηται κεφαλὴ Χριστὸς διὰ τὸ ἐν σχέσει φυσικῇ συναφές· ἐξαρνήσομαι γὰρ οὔ τί που τό γε ὡς ἄριστά τε καὶ ὀρθῶς εἰρημένον. Ἐπειδὴ δὲ Χριστοῦ κεφαλὴ τέθειται Θεός, τί τὸ ἀντιστατοῦν, ὦ γενναῖοι, φαίη τις ἂν αὐτοῖς, ἢ τί τὸ ἀπεῖργον ἐννοεῖν ὡς, εἴπερ ἐστὶν ὁμογενὴς τοῖς κτίσμασιν ὁ Υἱὸς ἐπείπερ ἀνδρὸς εἴρηται κεφαλή, καὶ αὐτὸν ἤδη κατακομίζειν ἀποτολμᾶν ἐν γενητοῖς τὸν Πατέρα; Κεφαλὴ γὰρ τέθειται τῷ Υἱῷ, καίτοι κτιστῷ καὶ πεποιημένῳ καθ' ὑμᾶς ὑπάρχοντι. Δοκεῖ γὰρ οἴεσθαι ταυτὶ καλῶς τε καὶ ἀμωμήτως ἔχειν παραληρεῖν ᾑρημένοις, ἀλλ', οἶμαι, τῆς δυσφημίας τὸν ὄγκον καταναρκήσειν αὐτούς, καίτοι λίαν ἀπεσκληκότας καὶ τοῖς οὕτως ἀναγκαίοις μειρακιωδῶς ἐναθύροντας. Φέρε δὴ οὖν, ταυτὶ διωθούμενοι καὶ μεθέντες εἰς ὄρος ἢ διαρριπτοῦντες εἰς κῦμα, καταλογιζώμεθά τι τῶν ἐπιεικεστέρων. Κεφαλὴν μὲν γὰρ γυναικὸς τὸν ἄνδρα φαμέν, ἐπείπερ ἐξ αὐτοῦ πέφηνεν ἐν ἀρχαῖς καὶ διεμορφώθη πρὸς τὴν ἀνδρὸς εἰκόνα, Θεὸν τὸ ἀρχέτυπον ἔχοντος—πεποίηται γὰρ οὕτω, κατὰ τὰς Γραφάς. Ὁριζόμεθα δὲ κεφαλὴν ἀνδρὸς εἶναι Χριστόν, ὡς ῥίζαν τοῦ γένους δευτέραν καὶ ἀπαρχὴν ἀνθρωπότητος ἀναθρῳσκούσης εἰς ἀφθαρσίαν δι' ἁγιασμοῦ ἐν Πνεύματι. Ὄνομα δὲ Χριστῷ δεύτερος Ἀδὰμ καὶ οὐχ ἑτέρου του χάριν, ἀλλ' ἢ τοῦδέ τε καὶ μόνου. Χριστοῦ γε μὴν εἶναι κεφαλὴν τὸν Πατέρα διακεισόμεθα καὶ πιστεύσομεν ὡς ὁμοούσιον αὐτῷ καὶ συναφῆ φυσικῶς, καθὸ νοεῖται καὶ ἔστι Θεός, εἰ καὶ πέφηνεν ἐν σαρκὶ καὶ γέγονε καθ' ἡμᾶς.