Ancient Greek
Page 499
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 499
Not analysed yet
φιλοτιμίας τῆς ἄνωθεν εὕρημά τε καὶ δῶρον τὴν ἐπὶ τῷδε κλῆσιν ἀποκερδαίνοντες· ὁ δέ ἐστιν οὐχ ὧδε ἔχων, ἀλλ' ἴδιος ἀληθῶς τοῦ Θεοῦ καὶ Πατρός, ἅτε δὴ καὶ σὺν αὐτῷ τὴν ἐπέκεινα πάντων ἀποτεμόμενος φύσιν. Α. Ἴδιον δὲ Θεοῦ φυσικῶς τὸ μὴ Θεὸς ἄρα, κτιστὸν δὲ μᾶλλον, ἢ πῶς; Β. Καὶ μὴν τοῦτο ἀμφίλογον οὐδαμῶς. Θεότης γὰρ πάντως ἴδιον Θεοῦ, καθάπερ ἀμέλει καὶ κτιστὸν κτίσεως. Α. Εἰ δὲ δή τις οἴοιτο κτιστὸν ἢ κτίσιν ἴδιον εἶναι Θεοῦ φυσικῶς, τὴν ἀντίστροφον ἰέναι τῷ λόγῳ τρίβον ἀσφαλὲς οἶμαί που. Κτίσεως γὰρ ἴδιον θεότητα λέγειν, τὸ λυποῦν οὐδέν· ἀλλ' ὧδε φρονεῖν οὐ θέμις. Συνωθούσης οὖν ἄρα τῆς τῶν λογισμῶν ἀτοπίας ἐπὶ τὸ χρῆναι νοεῖν ὀρθῶς, ἴδιος ἂν εἴη λοιπὸν τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱός, οὐ τοῖς εἰσποιήτοις ἐπαριθμούμενος, ἀλλ' ὡς Θεὸς ἐκ Θεοῦ. Καὶ ἐπείπερ οὐ διάφορόν τε καὶ διεσχοινισμένον εἰς ὀθνειότητα φυσικὴν τὸν τοῦ πῶς εἶναι λόγον διεκληρώσατο τὰ ὅσαπερ ἂν εἰς ἓν καὶ ἀπαραλλάκτως ἀναδεσμοῖτο γένος τε καὶ εἶδος· εἷς γὰρ ἂν γένοιτο κατὰ παντὸς ἀνθρώπου λόγος τε καὶ ὅρος τῆς οὐσίας σημαντικός· οὐκ ἄρα Θεὸς ἑτεροφυὴς παρὰ τὸν ἐξ οὗ πέφηνεν ὁ Υἱός, Θεὸς δὲ μᾶλλον ἀληθινός· ἴδιος γὰρ ὠνόμασται Θεοῦ τοῦ φύσει καὶ ἀληθῶς, καὶ πληθύος μὲν εἰσποιήτου διενεγκών, εἰς δὲ τὴν τοῦ ἑνός τε καὶ ἀληθῶς ἀναθρῴσκων δόξαν. Β. Εὖ λέγεις. Α. Τοιγάρτοι καὶ Γράμμα πάλιν ἡμῖν ἱερὸν οὐσιώδη τὴν ἕνωσιν ἀποσώζεσθαι δεῖν τῷ Υἱῷ τὴν πρὸς τὸν Πατέρα φησίν. Ἔχει γὰρ ὧδε· «Παντὸς γὰρ ἀνδρός, φησίν, ἡ κεφαλὴ ὁ Χριστός ἐστι, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, κεφαλὴ δὲ Χριστοῦ ὁ Θεός·» τό, οἶμαι, γνήσιον τῆς οὐσίας καὶ τὸ αὐτῆς ἐκπεφάνθαι κατ' ἀλήθειαν τὸν Υἱὸν διὰ τούτου σημαῖνον. Β. Πῶς λέγεις; Α. Βασανίζεσθαι γὰρ ὅλως οἴει χρῆναι πρὸς ἡμῶν τὸν ἐπὶ τῷδε λόγον; Τί τὸ ἄναντες καὶ κατασοβοῦν εἰς δυσχέρειαν ἐρομένῳ φράσον. Β. Φασὶ γὰρ μάλιστα τοῦτο ἐξοικιεῖν τῆς πρὸς Θεὸν Πατέρα ταὐτότητος τὸν Υἱόν. Α. Τίνα δὴ τρόπον, ἆρα ἂν ἔχοις εἰπεῖν; Β. Καὶ μάλα. Εἰ γὰρ δὴ γυναικὸς μέν, φησίν, ὁ ἀνὴρ κεφαλὴ διάτοι τὸ πρὸς αὐτὴν ὁμοφυές τε καὶ ἐν οὐσίᾳ ταὐτόν, εἰ καὶ ἐν μοίρᾳ τυχὸν νοοῖτο τῇ κρείττονι—χρῆμα γὰρ τίμιον καὶ ἐν δόξῃ πλεονεκτοῦν ἐν σώματι κεφαλή— ἀνδρὸς δὲ ὠνόμασται Χριστὸς κεφαλή, σχέσεως δὲ δηλονότι φυσικῆς καλούσης αὐτὸν εἰς ἀγχιστείαν τοῖς κτίσμασι, καθάπερ ἀμέλει καὶ ἐπ' ἀνδρός τε καὶ γυναικός, πῶς