Ancient Greek
Page 515
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 515
Not analysed yet
πότε καὶ ἐν τίσι γεγονὼς ὁ Λόγος, χρῆν, οἶμαί που, καὶ πρό γε τῶν ἄλλων ἁπάντων ἀναμαθεῖν, οὕτω τε λοιπὸν εἰς ἐννοιῶν εὐθύτητα τὴν τῶν μυστηρίων πρεπωδεστάτην ἀπορθοῦν ἐπείγεσθαι τὴν καρδίαν. Καιροὶ γὰρ ἡμῖν καὶ μὴν καὶ προσώπων διαφοραὶ καταδείξειαν ἂν καὶ μάλα εὐκόλως τὸν ἀπλανῆ τε καὶ ἀπαράφθορον καὶ ἐξ εὐθείας ἥκοντα λόγον τῶν ἱερῶν Γραμμάτων· ἢ εἴπερ ἐστὶν οὐκ ἀληθὲς ὅ φημι, καιροὺς δὲ καὶ χρόνους οὐ βασανιστέον καθ' οὓς ἄσαρκός τε ἦν ἔτι καὶ μετὰ σαρκὸς ὁ τοῦ Θεοῦ Λόγος καταπτοείτω μηδένα κἂν ἀδιακρίτως τὰ ἐπ' αὐτῷ λαλῆται τυχὸν καὶ δυσφημιῶν ἀπέστω γραφή· κἂν οἴοιτό τις ἐκτεθνάναι κατ' ἀλήθειαν, καίτοι ζωὴν ὄντα κατὰ φύσιν τὸν ἐκ Πατρὸς Λόγον, αἰτείτω κρότους τοὺς πρὸς ἡμῶν, καὶ τοὺς τῆς ἀψευδείας ἐπαίνους· εἰκαιομυθήσει δὲ ἄρα καὶ ὁ σαρκὶ τεθνάναι λέγων αὐτόν. Πᾶν γὰρ ἤδη πως τὸ ἐπ' αὐτῷ πέφηνεν ἀδιάκριτον. Β. Ἔχοι ἂν ὀρθῶς, εἰ τῇδε νοοῖτο, ψόγου γε μὴν καὶ γραφῆς οὐκ ἔξω τὸ χρῆμα. Α. Οὐ γάρ, ὦ 'γαθέ, καὶ εἰς ἑτέραν αὐτοὺς ἀτοπίαν κατωθήσειεν ἂν καὶ μάλα νεανικῶς ὁ λόγος; Β. Εἰς τίνα δὴ φῄς; Α. Δασμολογοῦσί τινες, κατὰ νόμον εἰς τοῦτο τὸν διὰ Μωσέως ἱγμένοι καὶ τὴν τοῦ διδράχμου συνεισφορὰν συλλέγουσιν ὑπὲρ δυεῖν κεφαλαῖν ἐξαιτοῦντες τὸ ἕν. Ἐπειδὴ δὲ τῷ Πέτρῳ προσῄεσαν—ἀναπυνθάνεσθαι γὰρ ἐδόκει, πότερα καὶ αὐτὸς τοῖς εἰσφέρουσι συντετάξεται καὶ δασμολογοῖτο Χριστός, ἤγουν ἀποφάσκει τὴν εἴσπραξιν—, εἰσέθορε μὲν εὐθὺς ὁ θεσπέσιος μαθητὴς τὸ τί ἂν βούλοιτο δρᾶν αὐτοὺς ἔν γε τουτῳῒ διαμαθεῖν ἀξιῶν· ἤρετο δὲ φθάσας ὁ Ἰησοῦς· «Οἱ βασιλεῖς τῆς γῆς, ἀπὸ τίνων λαμβάνουσι τέλη ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων;» Πέτρου δὲ εἰπόντος· «Ἐκ τῶν ἀλλοτρίων,» ἔφη προστιθείς· «Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί· ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτοὺς, πορευθεὶς εἰς τὴν θάλασσαν, βαλὲ ἄγκιστρον καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον καί, ἀνοίξας τὸ στόμα αὐτοῦ, εὑρήσεις στατῆρα· ἐκεῖνον λαβών, δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.» Αἰσθάνῃ δὴ οὖν ὅτι τῇ οἰκείᾳ φύσει προσμεμαρτύρηκε τὸ ἐλεύθερον; Τοῦτο δ' ἂν εἴη τὸ ὑπὲρ κτίσιν· δοῦλον γὰρ τοῦ πεποιηκότος τὸ παροισθὲν εἰς γένεσιν. Οὕτω καὶ ὁ θεῖος ἡμῖν ἀνακεκράγει Δαβὶδ πρὸς τὸν τῶν ὅλων κατεξουσιάζοντα Θεόν· «Ὅτι τὰ σύμπαντα δοῦλα σά.» Οὐκοῦν ἐν μέτροις ἡμῖν οὐχὶ τοῖς δουλοπρεπέσιν, οὐδὲ ἐν τοῖς ὑπὸ ζυγὸν ὁ Υἱός,