Ancient Greek
Page 516
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 516
Not analysed yet
ἀλλ' ἐν φύσει τῇ θείᾳ καὶ ὑπερτάτῃ καὶ ὑπερθρωσκούσῃ τὰ γενητά. Β. Ἀληθές. Α. Ἆρ' οὖν, ὦ Ἑρμεία, τὸν οὕτω σεπτῷ κατηγλαϊσμένον ἀξιώματι τοῖς τῆς δουλείας ζυγοῖς ὑποθήσομεν, εἰ καὶ ἐν τῇ τοῦ δούλου μορφῇ καθικέσθαι λέγοιτο; Καίτοι πῶς τοῦτο οὐκ ἀμαθές; Εἰ γὰρ γέγονεν ἐν δούλου μορφῇ, φαίην ἂν ὅτι πρὸ τῆς τοῦ δούλου μορφῆς διετέλει που πάντως ἐν ἐλευθέρᾳ τε καὶ ἀνειμένῃ φύσει. Οὐδὲ γὰρ ἂν γένοιτό τι τῶν ὄντων ὃ ἦν, τὸ δὲ ἐν οἷς ἦν εἰ πρόοιτο, τὴν ἐφ' ἕτερόν τι μεταδρομὴν ποιοῖτ' ἂν εἰκότως. Ἥκει τοίνυν ἡμῖν, οὐκ ἐξ οἰκετῶν εἰς οἰκέτην, ἀλλ' ἐξ ἐλευθέρας φύσεως ὁ Υἱὸς εἰς τὴν τοῦ δούλου μορφήν. Ἀλλ' εἴπερ οὐδὲν τὸ μεσολαβοῦν, εἰ μηδὲν ὁ χρόνος, εἰ προσώπων ἔρευνα τὸ τελοῦν εἰς ὄνησιν ἐν τούτοις οὐκ ἔχει, καὶ εἰ γυμνὸς ἔτι νοοῖτο λοιπὸν καὶ δίχα σαρκὸς ὁ Λόγος, ἐλεύθερος μὲν οὐχί, διακεκλήσθω δὲ δοῦλος καὶ ἐπαριθμείσθω τοῖς ὑπὸ ζυγόν. Β. Εἶτα πῶς οὐχ ἁπάσης ἡμῖν ἀτοπίας ἀνάμεστα ταυτί; Α. Οὐκοῦν, ἀκουόντων οἱ δι' ἐναντίας· Καιροὺς καὶ πρόσωπα βασανίζειν οὐκ ἀνεχόμενοι, ποῖ φέρεσθε, τί δρᾶτε, ὦ παντὶ πνεύματι πονηρῷ παράφοροι καὶ ἁλώσιμοι; Τί συγχεῖτε τὰ ἄμικτα, καιροῦ καὶ προσώπων καὶ λογισμῶν ἀφειδήσαντες, δι' ὧν ἂν γένοιτο σαφὴς καὶ λίαν εὐκρινεστέρα τῶν ἐφ' Υἱῷ λαλουμένων ἡ θεωρία; Ὅπου μὲν γὰρ οὐκ ἐν σαρκὶ γεγονὼς Θεὸς ἦν ὁ Λόγος, γεγεννημένος ἐκ Πατρός, ἐκεῖ κατασκέπτου τὸ ἀμίκτως ἔτι θεοπρεπὲς ἀξίωμα, τὴν εἰλικρινῆ καὶ ἀσύγχυτον δόξαν, τὸ ἐξῃρημένως ἐλεύθερον, τὸ ἰσοσθενὲς τῷ Πατρί. Παρήχθη γὰρ δι' αὐτοῦ πρὸς γένεσιν τὰ οὐκ ὄντα ποτέ. Κοινοβουλία τε καὶ ἰσουργία καὶ ἡ πρὸς πᾶν ὁτιοῦν ὁμοιότης γέγραπται διὰ Μωσέως. Εἰσκεκόμικε γὰρ ἡμῖν λέγοντα Θεόν, δῆλον δὲ ὅτι, πρὸς τὸν ἐξ ἑαυτοῦ καὶ ἐν ἑαυτῷ συνυφεστῶτα Λόγον· «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν.» Τὸ γάρτοι ποιήσωμεν οὐχ ἑνί, πρέποι δ' ἂν μᾶλλον τοῖς ὑπὲρ ἕνα καὶ δύο τισίν. Ἐπειδὴ δέ, φειδοῖ καὶ ἀγάπῃ τῇ εἰς ἡμᾶς, ἐξ ἐμφύτου καὶ θεοπρεποῦς ἡμερότητος οἱονεὶ κεκινημένος, «ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν καὶ, σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, τεταπείνωκεν ἑαυτόν,» ποῖος ἡμᾶς ἀναπείσει λόγος, τοὺς οἵ γε φρονεῖν ὀρθὰ περὶ αὐτοῦ διεσκέμμεθα, τοῖς τῆς κενώσεως