Ancient Greek
Page 527
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 527
Not analysed yet
Β. Οὐδαμῶς. Α. Εἶτα πῶς οὐκ ἀμαθὲς θεῖα μὲν ἔργα κατωνομάσθαι καὶ λέγεσθαι τὰ δι' Υἱοῦ γεγονότα, Θεὸν δὲ αὐτὸν οὐκ εἶναι πιστεύειν, συγκαταγράφειν δὲ μᾶλλον τοῖς πεποιημένοις, ὡς αὐτοῖς ὁμοφυᾶ; Θεὸς γὰρ οὐκ ἔστι τὸ γεγονός, ἀλλ' οὐδ' ἂν εἶεν ἔτι τῆς τοῦ πεποιηκότος οὐσιώδους ὑπεροχῆς δεικτικὰ τὰ κτίσματα, μὴ οὐχὶ μείω τε καὶ ἑτεροίως ἔχουσαν λαχόντα τὴν φύσιν, ἢ ὥσπερ ἂν νοοῖτο τυχὸν ὁ Δημιουργός. Καὶ τοῦτο εὖ μάλα συνεὶς ὁ θεῖος ἡμῖν γράφει Παῦλος· «Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασιν νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης.» Ἆρα γάρ, ἔν γε τῷ νοεῖσθαι γενητὸν τὸν ἁπάντων γενεσιουργὸν Λόγον, ἡ θειότης αὐτοῦ γνωρίζεται, καὶ ἡ ἀεί τε καὶ ὡσαύτως ἔχουσα δύναμις; Τοῦτο γὰρ τὸ ἀΐδιον. Ἀλλ', οἶμαί που, τὸ ἐξεῖργον ἔτι παντελῶς οὐδὲν τῇ τῆς θεότητος κλήσει καὶ αὐτὴν ἤδη πως ἐπαυχῆσθαι τὴν κτίσιν. Καὶ τί τὸ ἐντεῦθεν; Τὴν οἰκείαν ἡμῖν θειότητα κατασημανεῖ τὰ ὁρώμενα, τὴν δὲ Θεοῦ οὐκ ἔτι. Β. Τί οὖν εἰ φαῖεν τὴν τοῦ Πατρὸς θειότητα καὶ τὴν ἀΐδιον δύναμιν διὰ τῆς τῶν ποιηθέντων μεγαλουργίας ἐκφαίνεσθαι; Α. Αὐτοὶ τῶν ἰδίων καταγορεύουσι λόγων, καὶ ταῖς σφῶν αὐτῶν ἐννοίαις ἀντιτεταγμένοι παραδειχθεῖεν ἂν καὶ μάλα εὐκόλως. Β. Πῶς ἔφης; Α. Ὅτι μέχρι τοῦ παραγαγεῖν τὸν Υἱὸν ἀναμετροῦντές τε καὶ ὁρισάμενοι τὴν δημιουργικὴν ἐνέργειαν τοῦ Πατρός, ἀπὸ κτίσεως κόσμου καθορᾶσθαί φασιν αὐτόν, καίτοι τῆς ἁγίας Γραφῆς τὴν τοῦ κόσμου ποίησιν ἀνατιθείσης τῷ Υἱῷ. Γέγραπται γὰρ ὅτι «Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.» Δημιουργὸν οὖν ἄρα διακηρύξειεν ἂν ὁ κόσμος ἡμῖν τὸν Λόγον, καὶ τὴν αὐτοῦ δύναμιν καὶ θειότητα καθίστησιν ἐναργῆ. Οὐ γὰρ κτίσιν ὁρῶντες, ὡς κτίσιν θαυμάζομεν τὸν δημιουργὸν τῆς κτίσεως Λόγον, ἀλλὰ ταῖς ὑπὲρ τοῦτο πολὺ τιμῶντες ἐννοίαις, εὐσεβήσομεν εἰκότως, Θεὸν εἶναι κατὰ φύσιν καὶ ἐκ Θεοῦ πεφηνέναι πιστεύοντες τὸν Μονογενῆ. Ὧδε γὰρ ἂν τὴν ἐπὶ τῷ πεπλανῆσθαι δοκεῖν ἀπεσκευασμένοι γραφήν, παρωσώμεθά ποι, καὶ τῆς ἑαυτῶν κεφαλῆς ἐκπέμψωμεν τὰς ἐπὶ τῷδε ποινάς, ἃς καὶ ὁ θεῖος ἡμῖν διηγόρευσε Παῦλος. Ἔφη γὰρ ὡδί· «Διὸ παρέδωκεν αὐτοὺς ὁ Θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν, εἰς ἀκαθαρσίαν τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν