Ancient Greek
Page 528
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 528
Not analysed yet
ἐν αὐτοῖς, οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν, καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν Κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.» Οὐκοῦν, εἰ παράσημόν τε καὶ ἀνοσιώτατα κεκιβδηλευμένην ἀποφαίνουσί τινες διὰ τοῦ ψεύδους τὴν ἀλήθειαν, γενητῇ λατρεύοντες κτίσει παρὰ τὸν ὄντα φύσει Θεόν, ἀδόκιμος μὲν καὶ ἡμῖν ἐνῴκηκε νοῦς, διερρίμμεθα δέ ποι πρὸς τὸ οὐκ ἔχον ὀρθῶς καὶ τοῖς ἀθέοις συμπεπλανήμεθα, κτιστῇ λατρεύοντες φύσει τῷ Υἱῷ. Πεποίηται γὰρ κατ' ἐκείνους. Ἦ οὐχὶ κτίσις τὸ γενητόν; Β. Πῶς γὰρ οὔ; Α. Ἄθρει δὴ οὖν, ὦ Ἑρμεία, πρὸς ὅσην αὐτοῖς ἠλι<θι>ότητα καταρρεῖ τὰ φρονήματα. Θεῖος μὲν γάρ που καὶ ἱερὸς ἔφη λόγος, Θεὸν ζῶντα καὶ ἀληθινὸν ἐπεγνωκέναι τὰ ἔθνη, σεσαγηνευμένα διὰ τῆς πίστεως εἰς ἐπίγνωσιν τοῦ Υἱοῦ· οἱ δὲ ἀθλιότητος εἰς τοῦτο ἥκουσι λογισμῶν ὥστε κατερυθριῶσιν οὐδαμῶς τὸ ἐκ τοῦ πεποιῆσθαι σμικροπρεπὲς ἐπιρριπτοῦντες αὐτῷ. Γέγραπται δὲ οὕτω περὶ τῶν ἕπεσθαι δεῖν ἑλομένων τοῖς ἁγίοις ἀποστόλοις· «Αὐτοὶ γάρ, φησίν, περὶ ἡμῶν ἀπαγγελοῦσιν, ὁποίαν εἴσοδον ἐσχήκαμεν πρὸς ὑμᾶς, καὶ πῶς ἐπεστρέψατε ἐπὶ τὸν Θεὸν ἀπὸ τῶν εἰδώλων, δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ.» Εἴπερ οὖν ἐστιν Ἑλληνικῆς μὲν αἶσχος λατρείας τὸ τῇ κτίσει προσκυνεῖν, ἐπεστράφη δὲ τὰ ἔθνη πρὸς Θεὸν ζῶντα καὶ ἀληθινόν, Χριστὸν Δεσπότην ἐπιγραψάμενα, καὶ εἰς τὴν ἐφ' Υἱῷ προσκύνησιν τὴν μετά γε τοῦ Πατρὸς μετερρυηκότα, πῶς ἂν ἔτι νοοῖτο πεποιημένος, καὶ οὐκ ἀνάγκη φρονεῖν ὡς ματαία μὲν ἡ πίστις, διεψευσμένη δὲ δόξα περὶ Θεοῦ καὶ παρ' ἡμῖν αὐτοῖς ἔτι, καίτοι διαδρᾶναι λεγομένοις τῆς ἀρχαίας ἀπάτης τὴν γραφήν; Β. Ναί, φησίν· ἐπεστράφη γὰρ τὰ ἔθνη πρὸς Θεὸν ζῶντα καὶ ἀληθινόν—τὸν Πατέρα. Α. Καὶ τίς ἂν γένοιτο πρὸς ἡμῶν τῆς πρὸς Θεὸν ἐπιστροφῆς ὁ τρόπος; Ἢ πῶς ἂν ἴοιεν εὖ μάλα τινὲς ὀρθῶς τε καὶ ἀπλανῶς ἐπὶ ζῶντα καὶ ἀληθινὸν Δεσπότην, τὸ κτίσει λατρεύειν ὡς ἕωλον διωσάμενοι; Β. Διὰ πίστεως, οἶμαί που. Τοῦτο γάρ ἐστι τὸ «ἐξ ἀγαθῆς συνειδήσεως ἐπερώτημα εἰς Θεόν.» Α. Ἀληθὴς μὲν ὁ λόγος, πλὴν ἐκεῖνο φράσον· Ἆρ' οὐκ εἰς Πατέρα, καὶ Υἱόν, καὶ Πνεῦμα ἅγιον ἡ πίστις; Β. Οὕτω φημί. Α. Οἱ δὲ δὴ τὴν πίστιν ἀκλινῆ τε καὶ ἀνυπαίτιον καὶ μώμου παντὸς ἐλευθέραν διασώσασθαι προτεθυμημένοι,