Ancient Greek
Page 553
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 553
Not analysed yet
Ἦ διανοῇ τι καὶ λέγειν ἂν ἔχοις αὐτὸς παρὰ τοῦτο ἕτερον; Β. Οὐκ ἂν ἔχοιμι· πῶς γάρ; Α. Φέρε δὴ οὖν, ἐπείπερ ἡμῖν ἀσώματος ὁ Πατήρ, ταῖς ὑπὲρ κτίσιν ἐννοίαις εἰδοποιοῦντες ὡς ἔνι τὴν ἄφραστόν τε αὐτοῦ καὶ ἀκήρατον φύσιν, καὶ τὰς τῶν ἀρχαιοτέρων πολυπραγμονῶμεν δόξας. Εἴη γὰρ ἂν οὕτω χαλεπὸν οὐδὲν καὶ ἐπ' αὐτὴν ἰέναι λοιπὸν τὴν εἰκόνα τὴν ἀπαράλλακτον αὐτοῦ, φημὶ δὴ τὸν Υἱόν. Β. Ἴωμεν· ἔφης γὰρ ὀρθῶς. Α. Οὐκοῦν, κατέθορε μὲν ἐν εἴδει πυρὸς ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, τῆς παιδαγωγίας τῆς πρὸς Ἰουδαίους ἀρχόμενος, ὅτε καὶ σαλπίγγων ὀρθρία τε καὶ διαπρύσιος ἠχὴ πρὸς τὸ ἄνω διᾴττουσα, δύσοιστον ἐτίθει τοῖς ἀκροωμένοις τὸ δεῖμα. Ἀλλ' οἱ μικρὰ φρονοῦντες περὶ Θεοῦ καὶ σπιθαμῇ μετροῦντες τὸν οὐρανόν, τὴν τοῦ Θεοῦ δόξαν τοῖς ἐν τύπῳ πεφηνόσιν ἐγκατακλείοντες μόνοις, ᾤοντο κατὰ σφᾶς αὐτοὺς αὐτὴν ἤδη τὴν τοῦ Θεοῦ καταθρῆσαι φύσιν, ὡς οὐδὲν οὖσαν ἕτερον, ἢ πῦρ καὶ φωνὴν εἰς οὖς εἰσδεδέχθαι τὴν ὀργανικήν. Ταύτῃτοι καὶ μέγα φρονοῦντες ἐπὶ Μωσεῖ, τὰ Χριστοῦ παιδεύματα διαγελᾶσθαι δεῖν ᾤοντό τε καὶ ἔφασκον· Μωσῆς ὁ θεσπέσιος ταῖς δι' ὀμμάτων αἰσθήσεσι τὴν θείαν ἡμῖν παρέθηκε φύσιν, καὶ φωνῆς τῆς ἄνωθεν ἀκοῦσαι δεδώρηται· πῶς οὖν ἀμαθαίνοντας καὶ πολὺ τοῦ πρέποντος ἀπονενευκότας καὶ τῆς ἀληθείας ἀπεσφαλμένους διήλεγξεν ὁ Χριστός; «Ἀμὴν ἀμήν, φησί, λέγω ὑμῖν, οὔτε φωνὴν αὐτοῦ πώποτε ἀκηκόατε οὔτε εἶδος αὐτοῦ ἑωράκατε, καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος τούτῳ ὑμεῖς οὐ πιστεύετε.» Καίτοι γὰρ ἐνὸν ἐν Υἱῷ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς εὖ μάλα καταθεᾶσθαι φύσιν, τοῦτο μὲν οὐκ ἔδρων οἱ δείλαιοι, πυρὶ δὲ καὶ γνόφῳ καὶ καπνοῖς τὸ τῆς θεότητος εἶδος ἀνάπτειν τεθαρσήκασι. Διὸ δὴ κατὰ βραχὺ μεταπαιδεύων ἐπὶ τὸ ἄμεινον χρησίμως, καὶ ἀναπλέκων τῷ θεοπρεπεῖ τὸ ἀνθρώπινον, ἔφασκεν ὁ Σωτήρ· «Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμέ, ἀλλ' εἰς τὸν πέμψαντά με. Καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με.» Ὅτι μὲν γὰρ οὐκ εἰς ἄνθρωπον ἁπλῶς ἡ πίστις, ἀλλ' εἰς Θεοῦ φύσιν, εἰ καὶ ἦν ὁ Λόγος ἐν σαρκί, διὰ τοῦ μὴ εἰς αὐτὸν πράττεσθαι τὴν πίστιν εὖ μάλα διαμεμήνυκεν. Ὅτι δέ ἐστιν ἐν ταὐτότητι τῇ κατὰ πᾶν τῷ Θεῷ καὶ Πατρί, διὰ τὴν φυσικὴν ἐμφέρειαν καὶ τὸ τῆς οὐσίας οἱονεὶ ταὐτοειδές, διεσάφει λέγων·