Ancient Greek
Page 554
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 554
Not analysed yet
»Ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με.» Ἐπειδὴ δὲ ὁ Πατὴρ ἐν Υἱῷ λαμπρῶς καὶ ἀπαραλλάκτως ὁρᾶται καὶ γινώσκεται, κοινά πως ἤδη τὰ πάντα αὐτοῖς, μᾶλλον δὲ τῆς μιᾶς θεότητος ἴδια νοοῖτ' ἂν εἰκότως τὰ ἐν ἀμφοῖν. Τοιγάρτοι καὶ ἔφασκε πρὸς τὸν ἑαυτοῦ Πατέρα καὶ Θεὸν ὅτι «Πάντα τὰ ἐμὰ σά ἐστι καὶ τὰ σὰ ἐμά.» Εἰκόνι μὲν γὰρ πρὸς τὸ ἀκριβῶς ἰσότυπον, ἰσοτύπῳ δὲ αὖ πρὸς ἐμφερεστάτην εἰκόνα τὸ διαλλάττον οὐδέν, κατά γε, φημί, τὸ ἐν ὁμοιώσει τε καὶ ὡς ἐν εἴδει ταὐτόν. Καὶ γοῦν οὐκ ἐξ ἀκριβοῦς ἐννοίας φιλοπευστοῦντί ποτε τῶν μαθητῶν ἑνί (Φίλιππος οὗτος ἦν), λέγοντί τε· «Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα καὶ ἀρκεῖ ἡμῖν·» οὐκ ἀμώμητον ἀφεὶς τὴν ἐρώτησιν, «Τοσούτῳ χρόνῳ, φησί, μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν; Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Ὅτι γὰρ οἱονεὶ τὸ πρόσωπον τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Υἱὸς ἐκπαιδεύσειεν ἂν εὐκόλως ὁ Ψαλμῳδός, ποτὲ μὲν λέγων· «Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;» ποτὲ δὲ αὖ, ὡς ἐκ προσώπου τῶν εἰς αὐτὸν πεπιστευκότων· «Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε.» Κατεσφραγίσμεθα γὰρ τῷ ἁγίῳ Πνεύματι πρὸς ἐμφέρειαν καὶ ὁμοίωσιν τοῦ προσώπου τοῦ Πατρός, τουτέστι τοῦ Υἱοῦ. Καὶ μαρτυρήσει γράφων ὁ Παῦλος· «Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα, ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος.» Β. Ἀλλ' εἰ καὶ πρόσωπον, φησί, καὶ εἰκὼν καὶ ὁμοίωσις ὀνομάζοιτο πρὸς ἡμῶν τοῦ Πατρὸς ὁ Υἱός, διαλυμανεῖται τοῦτο τοῖς παρ' ἡμῶν προβλήμασιν οὐδέν. Οὐ γὰρ τῆς οὐσίας τοῦ Πατρός, ἀλλὰ τῆς βουλήσεως εἰκόνα καὶ ὁμοίωσιν αὐτὸν εἶναί φαμεν. Οὐκοῦν, κατά γε τὸ ἐν θελήσει ταὐτόν, εἴ τις ἴδοι τὸν Υἱόν, αὐτὸν ἤδη πως ἐκτεθέαται τὸν Πατέρα. Α. Ὡς εὔηθες λίαν καὶ ἀβελτηρίας αὐτοῖς τῆς ἐσχάτης τὸ σκέμμα μεμέστωται, μειρακιωδῶς δὲ ὅτι καὶ τοῦτό φασιν, ἀταλαίπωρον ἰδεῖν. Ἆρα γὰρ βούλησιν εἶναί φασι τὸν Πατέρα, καὶ ὅ τί ποτέ ἐστιν ἡ θέλησις τοῦτο νοεῖσθαι δεῖν ἀξιοῦσιν αὐτόν, ἢ ἐν ὑπάρξει τιθέντες ἰδικῇ, προσεπάγουσι τότε τὴν βούλησιν αὐτῷ; Β. Καὶ πῶς ἂν εἴη τὸ θεῖον ἁπλοῦν εἰ καὶ ἐν ὑπάρξει νοοῖτο, φησί, καὶ ἐν θελήσει διωρισμένως; Σύνθετον γὰρ