Ancient Greek
Page 555
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 555
Not analysed yet
ἤδη καὶ οἱονεί πως ἐκ μερῶν εἰς ἓν τὸ ἀρτίως ἔχον συνδεδραμηκότοιν. Α. Οὐκοῦν, ἐπειδήπερ ἁπλοῦν τὸ Θεῖον καὶ ἄμεινον ἢ κατὰ σύνθεσιν εἶναί σοι δοκεῖ—δοκεῖ δὲ ὀρθῶς—, οὐχ ἑτέρα παρ' αὐτὸ εἴη ἂν ἡ βούλησις αὐτοῦ. Θέλησιν δέ τις εἰπών, τὴν τοῦ Θεοῦ καὶ Πατρὸς κατεσήμηνε φύσιν. Β. Ἔοικεν. Α. Ἡ δὲ θέλησις ἐν ὑποκειμένῳ καθὰ καὶ τὰ τῶν τεχνητῶν εἴδη. Τὸ γάρ τοι θέλειν ἢ μή, προσγένοιτο ἂν οὐκ αὐτῷ τῷ θέλειν, ἀλλ' ἑτέρῳ μᾶλλον, ἐν ᾧ τὸ θέλειν ἐστίν, ἢ πῶς· Β. Οὕτως. Α. Ἔστι τοίνυν ἐν ἑτέρῳ τὸ εἶναι τοῦ Πατρός, καὶ συμβέβηκέ τινι τὸ ὑπάρχειν αὐτόν, καὶ συντέθειταί σοι παχύτερόν τε καὶ ἀκαλλέστερον νυνὶ μᾶλλον ἢ τότε. Ἑτέρῳ γάρ ἐστιν ὅ ἐστιν, οὐχ ἑαυτῷ, εἴπερ ἐμὴ μὲν θέλησις ἡ ἐμή, ἡ δέ γε τοῦ δεῖνος ἡ αὐτοῦ τε καὶ ἐν αὐτῷ. Β. Πῶς οὖν ἐν ἁπλοῖς τε καὶ ἀσυνθέτοις ἕτερα παρ' αὐτὰ τὰ αὐτῶν εἶεν ἄν; Α. Ὥσπερ ἂν εἰ καὶ ἐκ νοῦ νοοῖτο θέλησις πηγὴν ἔχουσα τὸν ἀναβράττοντα νοῦν, καὶ ῥίζαν ὥσπερ τινὰ προϋποκειμένην τὸ ἐν ᾧ στρέφεται νοηματικῶς. Νοῦς μὲν γὰρ τῶν ἐν αὐτῷ κινήσεών τε καὶ ἐννοιῶν προκαταρκτικός· ποιότης δὲ κινημάτων, ἡ ἐφ' ὁτῳοῦν καὶ ἐφ' ἑκάστῳ θέλησις, πολλή τις οὖσα, καὶ ταῖς τῶν πραγμάτων ποιότησι καὶ διαφοραῖς, οἷάπερ τισὶ βαφαῖς καταχρωννυμένη πρὸς τὸ ἄλλοτε ἄλλως καὶ ἑτεροίως ἔχειν· πλείστη γὰρ ὅση θελημάτων ἐν ἡμῖν ἡ διαφορά, καὶ διεστηκότων ἔσθ' ὅτε πρὸς τὸ ἔχον ἐναντίως. Οὐ γὰρ ᾧ θέλομεν τὸ καλὸν τούτῳ καὶ τὸ φαῦλον· οὐδὲ ᾧπερ ἂν ἕλοιτό τις τὸ εἶναι σοφὸς αὐτῷ δὴ τούτῳ καὶ τὸ ἐναντίον. Οἶμαι δὴ οὖν ἀπόπληκτον παντελῶς τὸ θέλησιν εἶναι λέγειν τὴν ὕπαρξιν τοῦ Πατρός. Β. Ναί. Α. Οὐκοῦν, εἴπερ ἐστὶν ἡ θέλησις ἐν διαφοραῖς αὐτὴ καθ' ἑαυτήν, ὧδε δὲ ἔχειν τὴν τοῦ Θεοῦ φύσιν οὐκ ἂν οἴοιτό τις εὖ φρονῶν· οὐκ ἄρα θέλησις ὁ Πατήρ, ἀλλ' ἐν ὑπάρξει νοούμενος ἰδικῇ, συμφυᾶ καὶ συνάναρχον οἱονεὶ θέλησιν ἔχει τὸν ἴδιον Υἱόν, οὐ συντεθειμένος κατ' ἐκείνους, ἔχων δὲ οὕτως ὡς ἂν εἶναι νοοῖτο τυχὸν τὰ ἐν ἁπλῇ φύσει καὶ σοφῇ, καὶ ἠρεμείτω λοιπὸν τὸ περίεργον ἔτι. Νοῦ δὲ ἐπέκεινα καὶ λόγου παντὸς τὸ Θεῖον, ὦ τᾶν. Ἦ οὐχ οὕτως; Β. Φημὶ δή. Βουλὴν δὲ καὶ θέλησιν ἐπείπερ ἡμῖν ὠνόμασας τοῦ Πατρὸς τὸν Υἱόν, ἆρα ἂν ἔχοις ἐξ ἱερῶν καὶ τοῦτο παραστῆσαι Γραμμάτων; Α. Πῶς γὰρ οὔ; Καὶ οἶμαι μὲν ὅτι μάλιστα διαρκῶς ἀναπείσειν, καὶ ἀποχρῶσαν ἡμῖν ἐμποιῆσαι τὴν πληροφορίαν ἀναμέλποντα τὸν Δαβὶδ πρὸς τὸν Θεὸν καὶ Πατέρα·