Ancient Greek
Page 568
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 568
Not analysed yet
μὴ ἀπέθανεν, οὐδ' ἂν ἐκτήσατο τὸ προσκυνεῖσθαι δεῖν πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων. Β. Θρασὺς μὲν ὁ λόγος, πλὴν ἔχει τὸ πιθανόν. Α. Εἰ δὲ καὶ ἦν ἐν ἰσότητι καὶ ἐν μορφῇ τοῦ Πατρὸς τῶν τῆς κενώσεως μέτρων ἀμέτοχος ὤν, ποίαν ἂν ἔχοι δόξης ἐπίδοσιν τὸ ὄνομα λαβὼν τὸ ὑπὲρ πᾶν ὄνομα κατὰ τὸν τῆς κενώσεως χρόνον; Ἆρ' οὐ συνίης ὅποι ποτὲ αὐτοῖς ἀποκινδυνεύσειεν ἂν ὁ λόγος, εἰ ἐρευνῷτο λεπτότερον; Β. Συνίημι. Α. Βούλει δὴ οὖν, μεθέντες εἰς τὸ παρὸν τὸ ἄγαν ἰσχνολογεῖν, ἐπ' ἐκεῖνο ἴωμεν τὸ ὅτι Θεὸς ἦν ἐν ἀρχῇ καὶ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς ὁ Μονογενής, καίτοι μακρὸν ἐπὶ τούτῳ δαπανήσαντες λόγον ἔν γε τοῖς παρῳχηκόσι; Β. Καὶ μάλα. Α. Οὐκοῦν διὰ μὲν φωνῆς Ἡσαΐου φησὶν ὁ Θεὸς καὶ Πατήρ· «Ἐγὼ Κύριος ὁ Θεὸς ἔτι ἀπ' ἀρχῆς.» Ἀνακεκραγότων δὲ καὶ αὐτῶν τῶν ἁγίων ἐπαΐοι τις ἂν πρὸς αὐτόν· «Οὐχὶ σὺ ἀπ' ἀρχῆς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐ μὴ ἀποθάνωμεν;» Ἰδοὺ Θεὸς ἀπ' ἀρχῆς κατωνόμασταί τε καὶ ἔστιν ἀληθῶς ὁ Θεὸς καὶ Πατήρ. Ὁ δέ γε θεσπέσιος Ἰωάννης, ὅτε τοὺς ἐφ' Υἱῷ πρὸς ἡμᾶς ἐποιεῖτο λόγους, «Ὃ ἦν, φησίν, ἀπ' ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς.» Προσεφώνει δέ τισι· «Γράφω ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ' ἀρχῆς.» Καὶ τίς δὴ οὗτός ἐστιν, αὐτὸς ἔφη πάλιν· «Τάδε λέγει ὁ ὤν, ὁ ἦν, ὁ ἐρχόμενος.» Β. Ἀλλ' ὅτι μὲν ἦν καὶ πρὸ τῆς κτίσεως καὶ αὐτοὶ φαῖεν ἄν· τὸ δὲ ὅτι καὶ Θεὸς ἦν, οὔπω σαφῶς διέγνωσται, φασί. Δέχεται γάρ, ὡς οὐκ ἔχων δηλονότι. Α. Εἶτα πῶς οὐκ ἐπὶ καιροῦ τοῖς τὸν ἀπόπτυστον τουτονὶ προεμένους λόγον εἰκότως ἐπιστυγνάζοντες καὶ ἡμεῖς ἐροῦμεν· «Οἱ κωφοί, ἀκούσατε, καὶ οἱ τυφλοί, ἀναβλέψατε ἰδεῖν.» Οὐ γὰρ ὅτι ἦν ἁπλῶς, ἀλλ' ὅτι καὶ Θεὸς ἦν ὁ Λόγος ἀναγράφοντος ἐναργῶς τοῦ θεηγόρου καὶ εὐαγγελιστοῦ, καθάπερ ἐξ οἴνου καὶ μέθης πρὸς πᾶν ὁτιοῦν ἰόντες ἀκατασκέπτως, κατειρωνεύονται τὴν ἀλήθειαν. Φέρε δὴ οὖν καὶ δι' ἑτέρων ἐλάσαντες ἐννοιῶν, ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ἐπιγινώσκωμεν τὸν Υἱόν. Ἦ γὰρ οὐχὶ πρέποι ἂν τῷ γε ὄντι κατὰ φύσιν Θεῷ τὰ ἐφ' ἑκάστῳ ψηφηφορεῖν, καὶ στεφανοῦν μὲν ἐπαίνοις τοὺς νόμον ἔχοντας τοῦ βίου τὸν ὁριστὴν καὶ τὴν εὐκλεᾶ καὶ περίοπτον ἐκτετιμηκότας ζωήν, κολάζειν δὲ τοὺς ἡμαρτηκότας ὡς ἀλαζόνας καὶ ὑβριστὰς καὶ θεσμοῖς τοῖς ἄνωθεν ἐμπαροινοῦντας εὐκόλως;