Ancient Greek
Page 569
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 569
Not analysed yet
Β. Πρέποι ἄν. Α. Τί δὲ δὴ τὸ πληροῦν τὰ πάντα δύνασθαι καὶ διὰ πάντων μὲν ἥκειν, εἶναι δὲ καὶ ἐν πᾶσι δοίης ἂν ἑτέρᾳ φύσει παρὰ τὴν θείαν; Β. Οὐκ ἔγωγε· πῶς γάρ; Α. Τὸ δὲ Θεῷ πολιτεύεσθαι καὶ διαβιοῦν, αὔχημά τε ποιεῖσθαι Θεόν, οὐχὶ φαίης ἄν, ὦ ἑταῖρε, τοῖς ἁγίοις ἁρμοδιώτατον; Β. Πάνυ μὲν οὖν. Α. Ἴθι δὴ οὖν, ἐκεῖνο φράσον. Β. Τὸ ποῖον; Α. Οὐχὶ «πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἐκ τοῦ Πατρὸς τῶν φώτων,» λόγος δὲ σοφίας, τὸ πάντων μάλιστα τιμαλφέστατον; Β. Σύμφημι· Γράμμα γὰρ ὧδέ φησιν ἱερόν. Α. Θέα δὴ οὖν τῶν ἄνωθέν τε καὶ ἐκ Πατρὸς ὡς ἡμᾶς ἡκόντων ἀγαθῶν διανομέα καὶ πρύτανιν, καὶ τοῦτο κατ' ἐξουσίαν, ὑπάρχοντα τὸν Υἱόν· ἔφη γὰρ ὁ Παῦλος· «Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ.» Καὶ μέντοι καὶ ἑτέρωθί που πρὸς Μωσέα τὸν ἱερώτατον διειπόντος Θεοῦ· «Τίς ἔδωκε στόμα ἀνθρώπῳ, καὶ τίς ἐποίησε δύσκωφον καὶ κωφόν, βλέποντα καὶ τυφλόν; οὐκ ἐγὼ Κύριος ὁ Θεός; Καὶ νῦν πορεύου, καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου·» προσελάλει που πάλιν τοῖς ἁγίοις ἀποστόλοις ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός· «Θέσθε οὖν ἐν ταῖς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται ἀντιστῆναι ἢ ἀντειπεῖν πάντες οἱ ἀντικείμενοι ὑμῖν.» Ἀναμελῳδοῦντος δὲ τοῦ μακαρίου Δαβὶδ ὅτι ὁ Θεὸς κριτής ἐστιν, ἔχοντός τε ἀραρότως ὡς ἔνεστι μὲν αὐτῷ τὸ ἑκάστῳ διανέμειν ὧν ἂν δρῴη τὰς ἀμοιβὰς καὶ οὓς ἂν ἕλοιτο δικαιοῦν («Θεὸς γὰρ ὁ δικαιῶν, τίς ὁ κατακρίνων;» κατὰ τὸ γεγραμμένον)· ἐνεργὸν ἐπ' ἀμφοῖν οὐχ ὑπουργικῶς ἀλλ' ἐν ἐξουσίᾳ τῇ θεοπρεπεῖ κατοψόμεθα τὸν Υἱόν. Ἔφη γὰρ αὐτός· «Τί γὰρ ὠφεληθήσεται ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; Μέλλει γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἁγίων ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.» Προσεφώνει δέ τῳ τῶν ἠρρωστηκότων· «Τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου·» ἐφ' ᾧ καὶ λελυττηκότες οἱ πέρα λόγου παντὸς ἀνόσιοι Φαρισαῖοι, δυσφημίας ἐγκλήματι καταδεσμεῖν ἀπετόλμων τὸν οὕτω θεοπρεπῆ καὶ λίαν ἀνυποστόλως ἀνέντα φωνήν, καὶ δὴ καὶ ἔφασκον· «Οὗτος βλασφημεῖ. Τίς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ μόνος ὁ Θεός;»