Ancient Greek
Page 570
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 570
Not analysed yet
Ὁ τοίνυν καὶ νόμου καὶ δίκης Κύριος, καὶ στεφάνων διανομεύς, καὶ δικαιοσύνης πρύτανις, καὶ ἀνιεὶς ἁμαρτίας, καίτοι μετὸν οὐδενὶ τῶν ἠριθμημένων ἐν κτίσμασι τοῦτο δρᾶν, πῶς οὐκ ἂν εἴη Θεὸς κατὰ φύσιν; Ἆρά σοι δοκῶ ταυτὶ δοξάζειν ὀρθῶς; Β. Ἀστειότατά γε καὶ τοῦ κατεσκῶφθαι μακράν. Α. Θεοῦ δὲ ὄντος ἐν πᾶσι, καὶ ἀποφοιτῶντος μὲν οὐδενός, ἐνεργείᾳ δὲ τῇ θεοπρεπεῖ διαπιμπλάντος τὰ πάντα, ταύτῃ τοι καὶ λέγοντος πρὸς τὸν Ἰσραήλ· «Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος; Ἢ τίς τόπος τῆς καταπαύσεώς μου;» περιτρέπων τὸ χρῆμα, καὶ μάλα ὀρθῶς, εἰς τὸν ἐκ Θεοῦ Πατρὸς πεφηνότα Λόγον ὁ θεσπέσιος ἡμῖν γράφει Παῦλος· «Ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ πάντα καὶ ἐν πᾶσι Χριστός.» Καὶ αὖ ἐπὶ τούτοις· «Ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα.» Ἆρ' οὖν τὸ πάντα πληροῦν καὶ διὰ παντὸς μὲν ἥκειν, εἶναι δὲ καὶ ἐν πᾶσιν, οὐ μεῖζον ἢ κατὰ κτίσιν; Β. Πῶς γὰρ οὔ; Α. Ἁγίου δὲ παντός, τὴν ἐγκόσμιόν τε καὶ σαρκικὴν μεθέντος ζωήν, ἀνατεθεικότος δὲ ὥσπερ Θεῷ τὴν ἑαυτοῦ ψυχήν, αὔχημά τε ποιεῖσθαι διεγνωκότος παρ' αὐτὸν οὐδένα, γράφει πάλιν ὁ Παῦλος· «Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον ἵνα Θεῷ ζήσω,» δῆλον δὲ ὅτι τῷ Υἱῷ, καὶ δι' αὐτοῦ τῷ Πατρί. Εἴη δ' ἄν σοι καὶ τοῦτο σαφὲς καὶ ἀναμφιλόγως ἔχον εἰ προσθέντος ἐπαΐοις· «Εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.» Καὶ μὴν ἐπὶ τούτοις· «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ·» καίτοι φάσκοντος ἁγίου παντός· «Χαρήσομαι ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, Κύριος ὁ Θεός μου δύναμίς μου.» Β. Καὶ μήν, ὦ γενναῖε, τῶν μὲν τοιούτων ἡμῖν ἅλις ἐννοιῶν. Θεὸς γὰρ οὔτι που ψευδώνυμος, ἀληθὴς δὲ μᾶλλον ὁ Υἱὸς διὰ μυρίων ὅσων ἡμῖν ἀπεφάνθη λόγων. Τοιγάρτοι, τόδε μεθείς, ἐκεῖνο φράσον, τὸ ὅπως ἄν τις ἐκδέξαιτο καὶ συνιέναι πρέποι· «Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.» Τί δὲ δὴ καὶ μαθὼν Θεὸν ἑαυτοῦ τὸν Πατέρα καλεῖ; Μὴ γὰρ ἐνδοιάσῃς ὅλως ὅτι πάντως που καὶ τοῦτο ἐροῦσιν. Α. Ἀταλαίπωρος κομιδῇ τῶν ζητουμένων ἡ γνῶσις καὶ