Ancient Greek
Page 572
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 572
Not analysed yet
κένωσιν καὶ εἰς δούλου μορφήν, γέγονε μεθ' ἡμῶν καὶ ὑπὸ Θεόν, οὐκ ἀπεμπολήσας ὅπερ ἦν, τὸ δὲ τῆς ἀνθρωπότητος μέτρον οὐκ ἀτιμάσας. Συνεπτώχευσε γὰρ ἡμῖν πλούσιος ὢν ὡς Θεός. Τοιγάρτοι καὶ ὑπὸ νόμον καὶ μὴν καὶ ἐν δούλοις καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ αὐτὸν ὑπέστη τὸν κατὰ σάρκα θάνατον. Ἀλλ' ἦν ἀναγκαῖον, τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν καὶ ἀνεκποίητον ἔχοντα τὴν ἐπὶ τούτῳ δόξαν μὴ τοῖς τῆς κενώσεως ἐμφιλοχωρῆσαι μέτροις, ἀλλ' εἰς τὴν ἄνωθέν τε καὶ ἀπ' ἀρχῆς καὶ ἰδικῶς ἐνυπάρχουσαν παλινδρομῆσαι τιμὴν μετὰ τοῦ προσληφθέντος σχήματος. Ἀκούει τοίνυν ὡς ἄνθρωπος, καίτοι Θεὸς ὢν φύσει καὶ Υἱός· «Ἐγὼ σήμερον γεγέννηκά σε·» καὶ «Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» Ἐπειδὴ γὰρ ὅλως γέγονεν ἄνθρωπος καὶ καθῆκεν ἑαυτὸν εἰς κένωσιν, γέγονέ τε οὕτω καὶ ὑπὸ Θεόν· ἀναγκαιότατά τε καὶ πρεπωδέστατα τοῖς τῆς κενώσεως συμπλάττεται μέτροις, καὶ Θεὸν ἐπεγράψατο μεθ' ἡμῶν τὸν φύσει τε καὶ ἀληθῶς ἑαυτοῦ μὲν Πατέρα, Θεὸν δὲ ἡμῶν. Διὰ γάρ τοι τοῦτο καὶ ἡμεῖς αὐτοί, καίτοι τὴν ὑπὸ Θεῷ δουλείαν ἔχοντες φυσικήν, Πατέρα καλοῦμεν τὸν Θεόν, τῇ πρὸς τὸν Υἱὸν συμμορφίᾳ πλουτοῦντες τὸ χρῆμα. Καταυλίζεται γὰρ ἐν ἡμῖν καὶ ἐνῴκηκεν ὁ Υἱὸς διὰ τοῦ ἰδίου Πνεύματος, ἐν ᾧ καὶ δι' οὗ κράζομεν· «Ἀββᾶ, ὁ Πατήρ.» Ὅτι δὲ <εἰς> μήνυσιν ἀκριβῆ καὶ οἱονεὶ σήμαντρον υἱοθεσίας τῆς πρὸς Θεὸν τὸ Πνεῦμά ἐστιν ἐν ἡμῖν, δι' οὗ πρὸς Υἱὸν μεμορφώμεθα, σαφηνιεῖ γράφων ὁ Παῦλος· «Ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, κράζον· Ἀββᾶ, ὁ Πατήρ.» Β. Εὖ λέγεις. Α. Οἶμαι μὲν οὖν ἔγωγε τοὺς δι' ἐναντίας καταναρκήσειν ἔτι τὴν ἀντίστασιν, καὶ τὸ τοῖς τῆς ἀληθείας ἀντιφέρεσθαι λόγοις ὡς ἀπηχθημένον ἤδη διαρριπτεῖν. Εἰ δὲ δὴ τοῦτο μὲν οὐχὶ δρῷεν, ἐνστήσονται δὲ καὶ ἐροῦσιν ἔτι Θεὸν ἀληθῶς τοῦ Υἱοῦ τὸν Πατέρα ὑπάρχειν, οὐκ εἰσδεδεγμένης τῆς οἰκονομίας ἐφ' ᾗπερ ἔφη Θεὸν ἑαυτοῦ τὸν Πατέρα· πῶς οὐκ ἀναγκαῖον εἰπεῖν ὅτι νομοθέτας μὲν καὶ ὁριστὰς ὧν ἂν βούλοιντο νοεῖν ἢ λέγειν παραδεξαίμεθα ἂν οὐδαμῶς, πρέποι δ' ἂν μᾶλλον ἡμῖν ταῖς τοῦ Σωτῆρος φωναῖς ἀπονέμειν τὸ ἀληθές; Ἔφη τοίνυν· «Ὅτι πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.» Διατεινέσθων οὖν, ὅτι καὶ ἡμεῖς υἱοὶ μετ' αὐτοῦ κατὰ φύσιν, εἴπερ ἐστὶν αὐτὸς μεθ' ἡμῶν κατὰ φύσιν ὑπὸ Θεόν. «